TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 621
Previous part

Chapter: 52 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ μαελεϑ· συνέσεως τῷ Δαυιδ.
Verse: 2 
Εἶπεν ἄϕρων ἐν καρδίᾳ αὐτοῦ Οὐκ ἔστιν ϑεός.
διεϕϑάρησαν καὶ ἐβδελύχϑησαν ἐν ἀνομίαις,
οὐκ ἔστιν ποιῶν ἀγαϑόν.
Verse: 3 
ϑεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνϑρώπων
τοῦ ἰδεῖν εἰ ἔστιν συνίων ἐκζητῶν τὸν ϑεόν.
Verse: 4 
πάντες ἐξέκλιναν, ἅμα ἠχρεώϑησαν,
οὐκ ἔστιν ποιῶν ἀγαϑόν, οὐκ ἔστιν ἕως ἑνός.
Verse: 5 
οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
οἱ ἔσϑοντες τὸν λαόν μου βρώσει ἄρτου τὸν ϑεὸν οὐκ ἐπεκαλέσαντο.
Verse: 6 
ἐκεῖ ϕοβηϑήσονται ϕόβον, οὗ οὐκ ἦν ϕόβος,
ὅτι ϑεὸς διεσκόρπισεν ὀστᾶ ἀνϑρωπαρέσκων·
κατῃσχύνϑησαν, ὅτι ϑεὸς ἐξουδένωσεν αὐτούς.
Verse: 7 
τίς δώσει ἐκ Σιων τὸ σωτήριον τοῦ Ισραηλ;
ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ
ἀγαλλιάσεται Ιακωβ καὶ εὐϕρανϑήσεται Ισραηλ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.