TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 617
Previous part

Chapter: 48 
Verse: 1  Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός.
Verse: 2 
᾽Ακούσατε ταῦτα, πάντα τὰ ἔϑνη,
ἐνωτίσασϑε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,
Verse: 3 
οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνϑρώπων,
ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.
Verse: 4 
τὸ στόμα μου λαλήσει σοϕίαν
καὶ μελέτη τῆς καρδίας μου σύνεσιν·
Verse: 5 
κλινῶ εἰς παραβολὴν τὸ οὖς μου,
ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.
Verse: 6 
ἵνα τί ϕοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ;
ἀνομία τῆς πτέρνης μου κυκλώσει με.
Verse: 7 
οἱ πεποιϑότες ἐπὶ τῇ δυνάμει αὐτῶν
καὶ ἐπὶ τῷ πλήϑει τοῦ πλούτου αὐτῶν καυχώμενοι,
Verse: 8 
ἀδελϕὸς οὐ λυτροῦται· λυτρώσεται ἄνϑρωπος;
οὐ δώσει τῷ ϑεῷ ἐξίλασμα αὐτοῦ
Verse: 9 
καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ.
Verse: 10 
καὶ ἐκόπασεν εἰς τὸν αἰῶνα καὶ ζήσεται εἰς τέλος,
ὅτι οὐκ ὄψεται καταϕϑοράν, ὅταν ἴδῃ σοϕοὺς ἀποϑνῄσκοντας.
Verse: 11 
ἐπὶ τὸ αὐτὸ ἄϕρων καὶ ἄνους ἀπολοῦνται
καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν,
Verse: 12 
καὶ οἱ τάϕοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα,
σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν.
Verse: 13 
καὶ ἄνϑρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν,
παρασυνεβλήϑη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώϑη // αὐτοῖς.
Verse: 14 
αὕτη ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς,
καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσιν.
διάψαλμα.
Verse: 15 
ὡς πρόβατα ἐν ᾅδῃ ἔϑεντο, ϑάνατος ποιμαίνει αὐτούς·
καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐϑεῖς τὸ πρωί,
καὶ βοήϑεια αὐτῶν παλαιωϑήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης // αὐτῶν.
Verse: 16 
πλὴν ϑεὸς λυτρώσεται τὴν ψυχήν μου
ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με.
διάψαλμα.
Verse: 17 
μὴ ϕοβοῦ, ὅταν πλουτήσῃ ἄνϑρωπος
καὶ ὅταν πληϑυνϑῇ δόξα τοῦ οἴκου αὐτοῦ·
Verse: 18 
ὅτι οὐκ ἐν τῷ ἀποϑνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα,
οὐδὲ συγκαταβήσεται αὐτῷ δόξα αὐτοῦ.
Verse: 19 
ὅτι ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηϑήσεται·
ἐξομολογήσεταί σοι, ὅταν ἀγαϑύνῃς αὐτῷ.
Verse: 20 
εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ,
ἕως αἰῶνος οὐκ ὄψεται ϕῶς.
Verse: 21 
ἄνϑρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν,
παρασυνεβλήϑη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώϑη // αὐτοῖς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.