TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 587
Previous part

Chapter: 18 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν ϑεοῦ,
ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·
Verse: 3 
ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,
καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.
Verse: 4 
οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι,
ὧν οὐχὶ ἀκούονται αἱ ϕωναὶ αὐτῶν·
Verse: 5 
εἰς πᾶσαν τὴν γῆν ἐξῆλϑεν ϕϑόγγος αὐτῶν
καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
ἐν τῷ ἡλίῳ ἔϑετο τὸ σκήνωμα αὐτοῦ·
Verse: 6 
καὶ αὐτὸς ὡς νυμϕίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,
ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.
Verse: 7 
ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἔξοδος αὐτοῦ,
καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ,
καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν ϑέρμην αὐτοῦ.
Verse: 8 
νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέϕων ψυχάς·
μαρτυρία κυρίου πιστή, σοϕίζουσα νήπια·
Verse: 9 
τὰ δικαιώματα κυρίου εὐϑεῖα, εὐϕραίνοντα καρδίαν·
ἐντολὴ κυρίου τηλαυγής, ϕωτίζουσα ὀϕϑαλμούς·
Verse: 10 
ϕόβος κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος·
τὰ κρίματα κυρίου ἀληϑινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό,
Verse: 11 
ἐπιϑυμητὰ ὑπὲρ χρυσίον καὶ λίϑον τίμιον πολὺν
καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον.
Verse: 12 
καὶ γὰρ δοῦλός σου ϕυλάσσει αὐτά·
ἐν τῷ ϕυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.
Verse: 13 
παραπτώματα τίς συνήσει;
ἐκ τῶν κρυϕίων μου καϑάρισόν με.
Verse: 14 
καὶ ἀπὸ ἀλλοτρίων ϕεῖσαι τοῦ δούλου σου·
ἐὰν μή μου κατακυριεύσωσιν, τότε ἄμωμος ἔσομαι
καὶ καϑαρισϑήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.
Verse: 15 
καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου
καὶ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός,
κύριε βοηϑέ μου καὶ λυτρωτά μου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.