TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 416
Previous part

Chapter: 25 
Verse: 1    ῍Ων πέντε καὶ εἴκοσι ἐτῶν ἐβασίλευσεν Αμασιας καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ιωαδεν ἀπὸ Ιερουσαλημ.
Verse: 2    
καὶ ἐποίησεν τὸ εὐϑὲς ἐνώπιον κυρίου, ἀλλ' οὐκ ἐν καρδίᾳ πλήρει.
Verse: 3    
καὶ ἐγένετο ὡς κατέστη βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐϑανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς ϕονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ·
Verse: 4    
καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαϑήκην τοῦ νόμου κυρίου, καϑὼς γέγραπται, ὡς ἐνετείλατο κύριος λέγων Οὐκ ἀποϑανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποϑανοῦνται ὑπὲρ πατέρων, ἀλλ' ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποϑανοῦνται.
Verse: 5    
καὶ συνήγαγεν Αμασιας τὸν οἶκον Ιουδα καὶ ἀνέστησεν αὐτοὺς κατ' οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ιουδα καὶ Ιερουσαλημ· καὶ ἠρίϑμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας δυνατοὺς ἐξελϑεῖν εἰς πόλεμον κρατοῦντας δόρυ καὶ ϑυρεόν.
Verse: 6    
καὶ ἐμισϑώσατο ἀπὸ Ισραηλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύι ἑκατὸν ταλάντων ἀργυρίου.
Verse: 7    
καὶ ἄνϑρωπος τοῦ ϑεοῦ ἦλϑεν πρὸς αὐτὸν λέγων Βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ισραηλ, ὅτι οὐκ ἔστιν κύριος μετὰ Ισραηλ, πάντων τῶν υἱῶν Εϕραιμ·
Verse: 8    
ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε κύριος ἐναντίον τῶν ἐχϑρῶν, ὅτι ἔστιν παρὰ κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασϑαι.
Verse: 9    
καὶ εἶπεν Αμασιας τῷ ἀνϑρώπῳ τοῦ ϑεοῦ Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα, ἔδωκα τῇ δυνάμει Ισραηλ; καὶ εἶπεν ἄνϑρωπος τοῦ ϑεοῦ ῎Εστιν τῷ κυρίῳ δοῦναί σοι πλεῖστα τούτων.
Verse: 10    
καὶ διεχώρισεν Αμασιας τῇ δυνάμει τῇ ἐλϑούσῃ πρὸς αὐτὸν ἀπὸ Εϕραιμ ἀπελϑεῖν εἰς τὸν τόπον αὐτῶν, καὶ ἐϑυμώϑησαν σϕόδρα ἐπὶ Ιουδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ ϑυμοῦ.
Verse: 11    
καὶ Αμασιας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύϑη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηιρ δέκα χιλιάδας·
Verse: 12    
καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ιουδα καὶ ἔϕερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.
Verse: 13    
καὶ οἱ υἱοὶ τῆς δυνάμεως, οὓς ἀπέστρεψεν Αμασιας τοῦ μὴ πορευϑῆναι μετ' αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέϑεντο ἐπὶ τὰς πόλεις Ιουδα ἀπὸ Σαμαρείας ἕως Βαιϑωρων καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά.
Verse: 14    
καὶ ἐγένετο μετὰ τὸ ἐλϑεῖν Αμασιαν πατάξαντα τὴν Ιδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς ϑεοὺς υἱῶν Σηιρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς ϑεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτοῖς αὐτὸς ἔϑυεν.
Verse: 15    
καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Αμασιαν, καὶ ἀπέστειλεν αὐτῷ προϕήτας καὶ εἶπαν αὐτῷ Τί ἐζήτησας τοὺς ϑεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου;
Verse: 16    
καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε μὴ μαστιγωϑῇς. καὶ ἐσιώπησεν προϕήτης. καὶ εἶπεν ὅτι Γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταϕϑεῖραί σε, ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.
Verse: 17    
καὶ ἐβουλεύσατο Αμασιας καὶ ἀπέστειλεν πρὸς Ιωας υἱὸν Ιωαχαζ υἱοῦ Ιου βασιλέα Ισραηλ λέγων Δεῦρο ὀϕϑῶμεν προσώποις.
Verse: 18    
καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμασιαν βασιλέα Ιουδα λέγων ῾Ο αχουχ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν ϑυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα. καὶ ἰδοὺ ἐλεύσεται τὰ ϑηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλϑαν τὰ ϑηρία καὶ κατεπάτησαν τὸν αχουχ.
Verse: 19    
εἶπας ᾽Ιδοὺ ἐπάταξας τὴν Ιδουμαίαν, καὶ ἐπαίρει σε καρδία βαρεῖα· νῦν κάϑησο ἐν οἴκῳ σου, καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ;
Verse: 20    
καὶ οὐκ ἤκουσεν Αμασιας, ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησεν τοὺς ϑεοὺς τῶν Ιδουμαίων.
Verse: 21    
καὶ ἀνέβη Ιωας βασιλεὺς Ισραηλ, καὶ ὤϕϑησαν ἀλλήλοις αὐτὸς καὶ Αμασιας βασιλεὺς Ιουδα ἐν Βαιϑσαμυς, ἐστιν τοῦ Ιουδα.
Verse: 22    
καὶ ἐτροπώϑη Ιουδας κατὰ πρόσωπον Ισραηλ, καὶ ἔϕυγεν ἕκαστος εἰς τὸ σκήνωμα.
Verse: 23    
καὶ τὸν Αμασιαν βασιλέα Ιουδα τὸν τοῦ Ιωας κατέλαβεν Ιωας βασιλεὺς Ισραηλ ἐν Βαιϑσαμυς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ιερουσαλημ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ιερουσαλημ ἀπὸ πύλης Εϕραιμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις·
Verse: 24    
καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεϑέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Αβδεδομ καὶ τοὺς ϑησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.
Verse: 25    
καὶ ἔζησεν Αμασιας τοῦ Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποϑανεῖν Ιωας τὸν τοῦ Ιωαχαζ βασιλέα Ισραηλ ἔτη δέκα πέντε.
Verse: 26    
καὶ οἱ λοιποὶ λόγοι Αμασιου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ιουδα καὶ Ισραηλ;
Verse: 27    
καὶ ἐν τῷ καιρῷ, ἀπέστη Αμασιας ἀπὸ κυρίου, καὶ ἐπέϑεντο αὐτῷ ἐπίϑεσιν, καὶ ἔϕυγεν ἀπὸ Ιερουσαλημ εἰς Λαχις· καὶ ἀπέστειλαν κατόπισϑεν αὐτοῦ εἰς Λαχις καὶ ἐϑανάτωσαν αὐτὸν ἐκεῖ.
Verse: 28    
καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔϑαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.