TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 396
Previous part

Chapter: 5 
Verse: 1    καὶ συνετελέσϑη πᾶσα ἐργασία, ἣν ἐποίησεν Σαλωμων ἐν οἴκῳ κυρίου. καὶ εἰσήνεγκεν Σαλωμων τὰ ἅγια Δαυιδ τοῦ πατρὸς αὐτοῦ, τὸ ἀργύριον καὶ τὸ χρυσίον καὶ τὰ σκεύη ἔδωκεν εἰς ϑησαυρὸν οἴκου κυρίου.
Verse: 2    
Τότε ἐξεκκλησίασεν Σαλωμων τοὺς πρεσβυτέρους Ισραηλ καὶ πάντας τοὺς ἄρχοντας τῶν ϕυλῶν τοὺς ἡγουμένους πατριῶν υἱῶν Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι κιβωτὸν διαϑήκης κυρίου ἐκ πόλεως Δαυιδ [αὕτη Σιων]·
Verse: 3    
καὶ ἐξεκκλησιάσϑησαν πρὸς τὸν βασιλέα πᾶς ἀνὴρ Ισραηλ ἐν τῇ ἑορτῇ [οὗτος μὴν ἕβδομος],
Verse: 4    
καὶ ἦλϑον πάντες οἱ πρεσβύτεροι Ισραηλ, καὶ ἔλαβον πάντες οἱ Λευῖται τὴν κιβωτὸν
Verse: 5    
καὶ ἀνήνεγκαν τὴν κιβωτὸν καὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ πάντα τὰ σκεύη τὰ ἅγια τὰ ἐν τῇ σκηνῇ, καὶ ἀνήνεγκαν αὐτὴν οἱ ἱερεῖς καὶ οἱ Λευῖται.
Verse: 6    
καὶ βασιλεὺς Σαλωμων καὶ πᾶσα συναγωγὴ Ισραηλ καὶ οἱ ϕοβούμενοι καὶ οἱ ἐπισυνηγμένοι αὐτῶν ἔμπροσϑεν τῆς κιβωτοῦ ϑύοντες μόσχους καὶ πρόβατα, οἳ οὐκ ἀριϑμηϑήσονται καὶ οἳ οὐ λογισϑήσονται ἀπὸ τοῦ πλήϑους.
Verse: 7    
καὶ εἰσήνεγκαν οἱ ἱερεῖς τὴν κιβωτὸν διαϑήκης κυρίου εἰς τὸν τόπον αὐτῆς εἰς τὸ δαβιρ τοῦ οἴκου εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβιν,
Verse: 8    
καὶ ἦν τὰ χερουβιν διαπεπετακότα τὰς πτέρυγας αὐτῶν ἐπὶ τὸν τόπον τῆς κιβωτοῦ, καὶ συνεκάλυπτεν τὰ χερουβιν ἐπὶ τὴν κιβωτὸν καὶ ἐπὶ τοὺς ἀναϕορεῖς αὐτῆς ἐπάνωϑεν·
Verse: 9    
καὶ ὑπερεῖχον οἱ ἀναϕορεῖς, καὶ ἐβλέποντο αἱ κεϕαλαὶ τῶν ἀναϕορέων ἐκ τῶν ἁγίων εἰς πρόσωπον τοῦ δαβιρ, οὐκ ἐβλέποντο ἔξω· καὶ ἦσαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.
Verse: 10    
οὐκ ἦν ἐν τῇ κιβωτῷ πλὴν δύο πλάκες, ἃς ἔϑηκεν Μωυσῆς ἐν Χωρηβ, διέϑετο κύριος μετὰ τῶν υἱῶν Ισραηλ ἐν τῷ ἐξελϑεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.
Verse: 11    
καὶ ἐγένετο ἐν τῷ ἐξελϑεῖν τοὺς ἱερεῖς ἐκ τῶν ἁγίων ὅτι πάντες οἱ ἱερεῖς οἱ εὑρεϑέντες ἡγιάσϑησαν, οὐκ ἦσαν διατεταγμένοι κατ' ἐϕημερίαν,
Verse: 12    
καὶ οἱ Λευῖται οἱ ψαλτῳδοὶ πάντες τοῖς υἱοῖς Ασαϕ, τῷ Αιμαν, τῷ Ιδιϑουν καὶ τοῖς υἱοῖς αὐτῶν καὶ τοῖς ἀδελϕοῖς αὐτῶν, τῶν ἐνδεδυμένων στολὰς βυσσίνας, ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἑστηκότες κατέναντι τοῦ ϑυσιαστηρίου καὶ μετ' αὐτῶν ἱερεῖς ἑκατὸν εἴκοσι σαλπίζοντες ταῖς σάλπιγξιν,
Verse: 13    
καὶ ἐγένετο μία ϕωνὴ ἐν τῷ σαλπίζειν καὶ ἐν τῷ ψαλτῳδεῖν καὶ ἐν τῷ ἀναϕωνεῖν ϕωνῇ μιᾷ τοῦ ἐξομολογεῖσϑαι καὶ αἰνεῖν τῷ κυρίῳ καὶ ὡς ὕψωσαν ϕωνὴν ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις καὶ ἐν ὀργάνοις τῶν ᾠδῶν καὶ ἔλεγον ᾽Εξομολογεῖσϑε τῷ κυρίῳ, ὅτι ἀγαϑόν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ οἶκος ἐνεπλήσϑη νεϕέλης δόξης κυρίου,
Verse: 14    
καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς τοῦ στῆναι λειτουργεῖν ἀπὸ προσώπου τῆς νεϕέλης, ὅτι ἐνέπλησεν δόξα κυρίου τὸν οἶκον τοῦ ϑεοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.