TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 387
Previous part

Chapter: 25 
Verse: 1    Καὶ ἔστησεν Δαυιδ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ασαϕ καὶ Αιμαν καὶ Ιδιθων τοὺς ἀποϕθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ἀριθμὸς αὐτῶν κατὰ κεϕαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν·
Verse: 2    
υἱοὶ Ασαϕ Ζακχουρ καὶ Ιωσηϕ καὶ Ναθανιας καὶ Εραηλ, υἱοὶ Ασαϕ ἐχόμενοι Ασαϕ τοῦ προϕήτου ἐχόμενοι τοῦ βασιλέως.
Verse: 3    
τῷ Ιδιθων υἱοὶ Ιδιθων· Γοδολια καὶ Σουρι καὶ Ισαια καὶ Σεμεϊ καὶ Ασαβια καὶ Ματταθιας, ἕξ, μετὰ τὸν πατέρα αὐτῶν Ιδιθων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ.
Verse: 4    
τῷ Αιμανι υἱοὶ Αιμαν· Βουκιας καὶ Μανθανιας καὶ Αζαραηλ καὶ Σουβαηλ καὶ Ιεριμωθ καὶ Ανανιας καὶ Ανανι καὶ Ηλιαθα καὶ Γοδολλαθι καὶ Ρωμεμθι ωδ καὶ Ιεσβακασα καὶ Μαλληθι καὶ Ωθηρι καὶ Μεαζωθ·
Verse: 5    
πάντες οὗτοι υἱοὶ τῷ Αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας, καὶ ἔδωκεν θεὸς τῷ Αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς.
Verse: 6    
πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ Ασαϕ καὶ Ιδιθων καὶ Αιμανι.
Verse: 7    
καὶ ἐγένετο ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελϕοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν κυρίῳ, πᾶς συνίων, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ.
Verse: 8    
καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐϕημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.
Verse: 9    
καὶ ἐξῆλθεν κλῆρος πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελϕῶν αὐτοῦ τῷ Ασαϕ τῷ Ιωσηϕ Γοδολια· δεύτερος Ηνια, ἀδελϕοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ, δέκα δύο·
Verse: 10    
τρίτος Ζακχουρ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 11    
τέταρτος Ιεσδρι, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 12    
πέμπτος Ναθανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 13    
ἕκτος Βουκιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 14    
ἕβδομος Ισεριηλ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 15    
ὄγδοος Ιωσια, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 16    
ἔνατος Μανθανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 17    
δέκατος Σεμεϊ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 18    
ἑνδέκατος Αζαρια, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 19    
δωδέκατος Ασαβια, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 20    
τρισκαιδέκατος Σουβαηλ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 21    
τεσσαρεσκαιδέκατος Ματταθιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 22    
πεντεκαιδέκατος Ιεριμωθ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 23    
ἑκκαιδέκατος Ανανιας, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 24    
ἑπτακαιδέκατος Ιεσβακασα, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 25    
ὀκτωκαιδέκατος Ανανι, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 26    
ἐννεακαιδέκατος Μελληθι, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 27    
εἰκοστὸς Ελιαθα, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 28    
εἰκοστὸς πρῶτος Ηθιρ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 29    
εἰκοστὸς δεύτερος Γοδολλαθι, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 30    
τρίτος καὶ εἰκοστὸς Μεαζωθ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο·
Verse: 31    
τέταρτος καὶ εἰκοστὸς Ρωμεμθι ωδ, υἱοὶ αὐτοῦ καὶ ἀδελϕοὶ αὐτοῦ, δέκα δύο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.