TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 377
Previous part

Chapter: 15 
Verse: 1    Καὶ ἐποίησεν αὐτῷ οἰκίας ἐν πόλει Δαυιδ· καὶ ἡτοίμασεν τὸν τόπον τῇ κιβωτῷ τοῦ θεοῦ καὶ ἐποίησεν αὐτῇ σκηνήν.
Verse: 2    
Τότε εἶπεν Δαυιδ Οὐκ ἔστιν ἆραι τὴν κιβωτὸν τοῦ θεοῦ ἀλλ' τοὺς Λευίτας, ὅτι αὐτοὺς ἐξελέξατο κύριος αἴρειν τὴν κιβωτὸν κυρίου καὶ λειτουργεῖν αὐτῷ ἕως αἰῶνος.
Verse: 3    
καὶ ἐξεκκλησίασεν Δαυιδ τὸν πάντα Ισραηλ εἰς Ιερουσαλημ τοῦ ἀνενέγκαι τὴν κιβωτὸν κυρίου εἰς τὸν τόπον, ὃν ἡτοίμασεν αὐτῇ.
Verse: 4    
καὶ συνήγαγεν Δαυιδ τοὺς υἱοὺς Ααρων καὶ τοὺς Λευίτας.
Verse: 5    
τῶν υἱῶν Κααθ· Ουριηλ ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, ἑκατὸν εἴκοσι.
Verse: 6    
τῶν υἱῶν Μεραρι· Ασαια ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, διακόσιοι πεντήκοντα.
Verse: 7    
τῶν υἱῶν Γηρσαμ· Ιωηλ ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, ἑκατὸν πεντήκοντα.
Verse: 8    
τῶν υἱῶν Ελισαϕαν· Σαμαιας ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, διακόσιοι.
Verse: 9    
τῶν υἱῶν Χεβρων· Ελιηλ ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, ὀγδοήκοντα.
Verse: 10    
τῶν υἱῶν Οζιηλ· Αμιναδαβ ἄρχων καὶ οἱ ἀδελϕοὶ αὐτοῦ, ἑκατὸν δέκα δύο.
Verse: 11    
καὶ ἐκάλεσεν Δαυιδ τὸν Σαδωκ καὶ Αβιαθαρ τοὺς ἱερεῖς καὶ τοὺς Λευίτας, τὸν Ουριηλ, Ασαια, Ιωηλ, Σαμαιαν, Ελιηλ, Αμιναδαβ,
Verse: 12    
καὶ εἶπεν αὐτοῖς ῾Υμεῖς ἄρχοντες πατριῶν τῶν Λευιτῶν, ἁγνίσθητε ὑμεῖς καὶ οἱ ἀδελϕοὶ ὑμῶν καὶ ἀνοίσετε τὴν κιβωτὸν τοῦ θεοῦ Ισραηλ οὗ ἡτοίμασα αὐτῇ·
Verse: 13    
ὅτι οὐκ ἐν τῷ πρότερον ὑμᾶς εἶναι διέκοψεν θεὸς ἡμῶν ἐν ἡμῖν, ὅτι οὐκ ἐζητήσαμεν ἐν κρίματι.
Verse: 14    
καὶ ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ Λευῖται τοῦ ἀνενέγκαι τὴν κιβωτὸν θεοῦ Ισραηλ.
Verse: 15    
καὶ ἔλαβον οἱ υἱοὶ τῶν Λευιτῶν τὴν κιβωτὸν τοῦ θεοῦ, ὡς ἐνετείλατο Μωυσῆς ἐν λόγῳ θεοῦ κατὰ τὴν γραϕήν, ἐν ἀναϕορεῦσιν ἐπ' αὐτούς.
Verse: 16    
καὶ εἶπεν Δαυιδ τοῖς ἄρχουσιν τῶν Λευιτῶν Στήσατε τοὺς ἀδελϕοὺς αὐτῶν τοὺς ψαλτῳδοὺς ἐν ὀργάνοις ᾠδῶν, νάβλαις καὶ κινύραις καὶ κυμβάλοις, τοῦ ϕωνῆσαι εἰς ὕψος ἐν ϕωνῇ εὐϕροσύνης.
Verse: 17    
καὶ ἔστησαν οἱ Λευῖται τὸν Αιμαν υἱὸν Ιωηλ· ἐκ τῶν ἀδελϕῶν αὐτοῦ Ασαϕ υἱὸς Βαραχια, καὶ ἐκ τῶν υἱῶν Μεραρι ἀδελϕῶν αὐτοῦ Αιθαν υἱὸς Κισαιου.
Verse: 18    
καὶ μετ' αὐτῶν ἀδελϕοὶ αὐτῶν οἱ δεύτεροι, Ζαχαριας καὶ Οζιηλ καὶ Σεμιραμωθ καὶ Ιιηλ καὶ Ωνι καὶ Ελιαβ καὶ Βαναια καὶ Μαασαια καὶ Ματταθια καὶ Ελιϕαλια καὶ Μακενια καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας, οἱ πυλωροί.
Verse: 19    
καὶ οἱ ψαλτῳδοί· Αιμαν, Ασαϕ καὶ Αιθαν ἐν κυμβάλοις χαλκοῖς τοῦ ἀκουσθῆναι ποιῆσαι·
Verse: 20    
Ζαχαριας καὶ Οζιηλ, Σεμιραμωθ, Ιιηλ, Ωνι, Ελιαβ, Μασαιας, Βαναιας ἐν νάβλαις ἐπὶ αλαιμωθ·
Verse: 21    
καὶ Ματταθιας καὶ Ελιϕαλιας καὶ Μακενιας καὶ Αβδεδομ καὶ Ιιηλ καὶ Οζιας ἐν κινύραις αμασενιθ τοῦ ἐνισχῦσαι.
Verse: 22    
καὶ Χωνενια ἄρχων τῶν Λευιτῶν ἄρχων τῶν ᾠδῶν, ὅτι συνετὸς ἦν.
Verse: 23    
καὶ Βαραχια καὶ Ηλκανα πυλωροὶ τῆς κιβωτοῦ.
Verse: 24    
καὶ Σοβνια καὶ Ιωσαϕατ καὶ Ναθαναηλ καὶ Αμασαι καὶ Ζαχαρια καὶ Βαναι καὶ Ελιεζερ οἱ ἱερεῖς σαλπίζοντες ταῖς σάλπιγξιν ἔμπροσθεν τῆς κιβωτοῦ τοῦ θεοῦ. καὶ Αβδεδομ καὶ Ιια πυλωροὶ τῆς κιβωτοῦ τοῦ θεοῦ.
Verse: 25    
Καὶ ἦν Δαυιδ καὶ οἱ πρεσβύτεροι Ισραηλ καὶ οἱ χιλίαρχοι οἱ πορευόμενοι τοῦ ἀναγαγεῖν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐξ οἴκου Αβδεδομ ἐν εὐϕροσύνῃ.
Verse: 26    
καὶ ἐγένετο ἐν τῷ κατισχῦσαι τὸν θεὸν τοὺς Λευίτας αἴροντας τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἔθυσαν ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
Verse: 27    
καὶ Δαυιδ περιεζωσμένος ἐν στολῇ βυσσίνῃ καὶ πάντες οἱ Λευῖται αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου καὶ οἱ ψαλτῳδοὶ καὶ Χωνενιας ἄρχων τῶν ᾠδῶν τῶν ᾀδόντων, καὶ ἐπὶ Δαυιδ στολὴ βυσσίνη.
Verse: 28    
καὶ πᾶς Ισραηλ ἀνάγοντες τὴν κιβωτὸν διαθήκης κυρίου ἐν σημασίᾳ καὶ ἐν ϕωνῇ σωϕερ καὶ ἐν σάλπιγξιν καὶ ἐν κυμβάλοις, ἀναϕωνοῦντες νάβλαις καὶ ἐν κινύραις.
Verse: 29    
καὶ ἐγένετο κιβωτὸς διαθήκης κυρίου καὶ ἦλθεν ἕως πόλεως Δαυιδ, καὶ Μελχολ θυγάτηρ Σαουλ παρέκυψεν διὰ τῆς θυρίδος καὶ εἶδεν τὸν βασιλέα Δαυιδ ὀρχούμενον καὶ παίζοντα καὶ ἐξουδένωσεν αὐτὸν ἐν τῇ ψυχῇ αὐτῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.