TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 372
Previous part

Chapter: 10 
Verse: 1    Καὶ ἀλλόϕυλοι ἐπολέμησαν πρὸς Ισραηλ, καὶ ἔϕυγον ἀπὸ προσώπου ἀλλοϕύλων, καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουε.
Verse: 2    
καὶ κατεδίωξαν ἀλλόϕυλοι ὀπίσω Σαουλ καὶ ὀπίσω υἱῶν αὐτοῦ, καὶ ἐπάταξαν ἀλλόϕυλοι τὸν Ιωναθαν καὶ τὸν Αμιναδαβ καὶ τὸν Μελχισουε υἱοὺς Σαουλ.
Verse: 3    
καὶ ἐβαρύνθη πόλεμος ἐπὶ Σαουλ, καὶ εὗρον αὐτὸν οἱ τοξόται ἐν τοῖς τόξοις καὶ πόνοις, καὶ ἐπόνεσεν ἀπὸ τῶν τόξων.
Verse: 4    
καὶ εἶπεν Σαουλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Σπάσαι τὴν ῥομϕαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐϕοβεῖτο σϕόδρα· καὶ ἔλαβεν Σαουλ τὴν ῥομϕαίαν καὶ ἐπέπεσεν ἐπ' αὐτήν.
Verse: 5    
καὶ εἶδεν αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανεν Σαουλ, καὶ ἔπεσεν καί γε αὐτὸς ἐπὶ τὴν ῥομϕαίαν αὐτοῦ καὶ ἀπέθανεν.
Verse: 6    
καὶ ἀπέθανεν Σαουλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς οἶκος αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀπέθανεν.
Verse: 7    
καὶ εἶδεν πᾶς ἀνὴρ Ισραηλ ἐν τῷ αὐλῶνι ὅτι ἔϕυγεν Ισραηλ καὶ ὅτι ἀπέθανεν Σαουλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλιπον τὰς πόλεις αὐτῶν καὶ ἔϕυγον· καὶ ἦλθον ἀλλόϕυλοι καὶ κατῴκησαν ἐν αὐταῖς.
Verse: 8    
καὶ ἐγένετο τῇ ἐχομένῃ καὶ ἦλθον ἀλλόϕυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας καὶ εὗρον τὸν Σαουλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουε.
Verse: 9    
καὶ ἐξέδυσαν αὐτὸν καὶ ἔλαβον τὴν κεϕαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοϕύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·
Verse: 10    
καὶ ἔθηκαν τὰ σκεύη αὐτοῦ ἐν οἴκῳ θεοῦ αὐτῶν καὶ τὴν κεϕαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγων.
Verse: 11    
καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλααδ ἅπαντα, ἐποίησαν ἀλλόϕυλοι τῷ Σαουλ καὶ τῷ Ισραηλ.
Verse: 12    
καὶ ἠγέρθησαν ἐκ Γαλααδ πᾶς ἀνὴρ δυνατὸς καὶ ἔλαβον τὸ σῶμα Σαουλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ καὶ ἤνεγκαν αὐτὰ εἰς Ιαβις καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ιαβις καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας.
Verse: 13    
καὶ ἀπέθανεν Σαουλ ἐν ταῖς ἀνομίαις αὐτοῦ, αἷς ἠνόμησεν τῷ κυρίῳ, κατὰ τὸν λόγον κυρίου, διότι οὐκ ἐϕύλαξεν· ὅτι ἐπηρώτησεν Σαουλ ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουηλ προϕήτης·
Verse: 14    
καὶ οὐκ ἐζήτησεν κύριον, καὶ ἀπέκτεινεν αὐτὸν καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ Δαυιδ υἱῷ Ιεσσαι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.