TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 355
Previous part

Chapter: 18 
Verse: 1    Καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ ἐβασίλευσεν Εζεκιας υἱὸς Αχαζ βασιλέως Ιουδα.
Verse: 2    
υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αβου θυγάτηρ Ζαχαριου.
Verse: 3    
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀϕθαλμοῖς κυρίου κατὰ πάντα, ὅσα ἐποίησεν Δαυιδ πατὴρ αὐτοῦ.
Verse: 4    
αὐτὸς ἐξῆρεν τὰ ὑψηλὰ καὶ συνέτριψεν πάσας τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ τὸν ὄϕιν τὸν χαλκοῦν, ὃν ἐποίησεν Μωυσῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ισραηλ θυμιῶντες αὐτῷ, καὶ ἐκάλεσεν αὐτὸν Νεεσθαν.
Verse: 5    
ἐν κυρίῳ θεῷ Ισραηλ ἤλπισεν, καὶ μετ' αὐτὸν οὐκ ἐγενήθη ὅμοιος αὐτῷ ἐν βασιλεῦσιν Ιουδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ·
Verse: 6    
καὶ ἐκολλήθη τῷ κυρίῳ, οὐκ ἀπέστη ὄπισθεν αὐτοῦ καὶ ἐϕύλαξεν τὰς ἐντολὰς αὐτοῦ, ὅσας ἐνετείλατο Μωυσῇ·
Verse: 7    
καὶ ἦν κύριος μετ' αὐτοῦ, ἐν πᾶσιν, οἷς ἐποίει, συνῆκεν. καὶ ἠθέτησεν ἐν τῷ βασιλεῖ ᾽Ασσυρίων καὶ οὐκ ἐδούλευσεν αὐτῷ.
Verse: 8    
αὐτὸς ἐπάταξεν τοὺς ἀλλοϕύλους ἕως Γάζης καὶ ἕως ὁρίου αὐτῆς ἀπὸ πύργου ϕυλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς.
Verse: 9    
Καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Εζεκια [αὐτὸς ἐνιαυτὸς ἕβδομος τῷ Ωσηε υἱῷ Ηλα βασιλεῖ Ισραηλ] ἀνέβη Σαλαμανασσαρ βασιλεὺς ᾽Ασσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ' αὐτήν·
Verse: 10    
καὶ κατελάβετο αὐτὴν ἀπὸ τέλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Εζεκια [αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ωσηε βασιλεῖ Ισραηλ], καὶ συνελήμϕθη Σαμάρεια.
Verse: 11    
καὶ ἀπῴκισεν βασιλεὺς ᾽Ασσυρίων τὴν Σαμάρειαν εἰς ᾽Ασσυρίους καὶ ἔθηκεν αὐτοὺς ἐν Αλαε καὶ ἐν Αβωρ ποταμῷ Γωζαν καὶ Ορη Μήδων,
Verse: 12    
ἀνθ' ὧν ὅτι οὐκ ἤκουσαν τῆς ϕωνῆς κυρίου θεοῦ αὐτῶν καὶ παρέβησαν τὴν διαθήκην αὐτοῦ, πάντα ὅσα ἐνετείλατο Μωυσῆς δοῦλος κυρίου, καὶ οὐκ ἤκουσαν καὶ οὐκ ἐποίησαν.
Verse: 13    
Καὶ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει βασιλεῖ Εζεκιου ἀνέβη Σενναχηριμ βασιλεὺς ᾽Ασσυρίων ἐπὶ τὰς πόλεις Ιουδα τὰς ὀχυρὰς καὶ συνέλαβεν αὐτάς.
Verse: 14    
καὶ ἀπέστειλεν Εζεκιας βασιλεὺς Ιουδα ἀγγέλους πρὸς βασιλέα ᾽Ασσυρίων εἰς Λαχις λέγων ῾Ημάρτηκα, ἀποστράϕητι ἀπ' ἐμοῦ· ἐὰν ἐπιθῇς ἐπ' ἐμέ, βαστάσω. καὶ ἐπέθηκεν βασιλεὺς ᾽Ασσυρίων ἐπὶ Εζεκιαν βασιλέα Ιουδα τριακόσια τάλαντα ἀργυρίου καὶ τριάκοντα τάλαντα χρυσίου.
Verse: 15    
καὶ ἔδωκεν Εζεκιας πᾶν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως.
Verse: 16    
ἐν τῷ καιρῷ ἐκείνῳ συνέκοψεν Εζεκιας τὰς θύρας ναοῦ κυρίου καὶ τὰ ἐστηριγμένα, ἐχρύσωσεν Εζεκιας βασιλεὺς Ιουδα, καὶ ἔδωκεν αὐτὰ βασιλεῖ ᾽Ασσυρίων.
Verse: 17    
Καὶ ἀπέστειλεν βασιλεὺς ᾽Ασσυρίων τὸν Θαρθαν καὶ τὸν Ραϕις καὶ τὸν Ραψακην ἐκ Λαχις πρὸς τὸν βασιλέα Εζεκιαν ἐν δυνάμει βαρείᾳ ἐπὶ Ιερουσαλημ, καὶ ἀνέβησαν καὶ ἦλθον εἰς Ιερουσαλημ καὶ ἔστησαν ἐν τῷ ὑδραγωγῷ τῆς κολυμβήθρας τῆς ἄνω, ἐστιν ἐν τῇ ὁδῷ τοῦ ἀγροῦ τοῦ γναϕέως.
Verse: 18    
καὶ ἐβόησαν πρὸς Εζεκιαν, καὶ ἐξῆλθον πρὸς αὐτὸν Ελιακιμ υἱὸς Χελκιου οἰκονόμος καὶ Σομνας γραμματεὺς καὶ Ιωας υἱὸς Ασαϕ ἀναμιμνῄσκων.
Verse: 19    
καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης Εἴπατε δὴ πρὸς Εζεκιαν Τάδε λέγει βασιλεὺς μέγας βασιλεὺς ᾽Ασσυρίων Τίς πεποίθησις αὕτη, ἣν πέποιθας;
Verse: 20    
εἶπας Πλὴν λόγοι χειλέων βουλὴ καὶ δύναμις εἰς πόλεμον. νῦν οὖν τίνι πεποιθὼς ἠθέτησας ἐν ἐμοί;
Verse: 21    
νῦν ἰδοὺ πέποιθας σαυτῷ ἐπὶ τὴν ῥάβδον τὴν καλαμίνην τὴν τεθλασμένην ταύτην, ἐπ' Αἴγυπτον· ὃς ἂν στηριχθῇ ἀνὴρ ἐπ' αὐτήν, καὶ εἰσελεύσεται εἰς τὴν χεῖρα αὐτοῦ καὶ τρήσει αὐτήν· οὕτως Φαραω βασιλεὺς Αἰγύπτου πᾶσιν τοῖς πεποιθόσιν ἐπ' αὐτόν.
Verse: 22    
καὶ ὅτι εἶπας πρός με ᾽Επὶ κύριον θεὸν πεποίθαμεν· οὐχὶ αὐτὸς οὗτος, οὗ ἀπέστησεν Εζεκιας τὰ ὑψηλὰ αὐτοῦ καὶ τὰ θυσιαστήρια αὐτοῦ καὶ εἶπεν τῷ Ιουδα καὶ τῇ Ιερουσαλημ ᾽Ενώπιον τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε ἐν Ιερουσαλημ;
Verse: 23    
καὶ νῦν μίχθητε δὴ τῷ κυρίῳ μου βασιλεῖ ᾽Ασσυρίων, καὶ δώσω σοι δισχιλίους ἵππους, εἰ δυνήσῃ δοῦναι σεαυτῷ ἐπιβάτας ἐπ' αὐτούς.
Verse: 24    
καὶ πῶς ἀποστρέψεις τὸ πρόσωπον τοπάρχου ἑνὸς τῶν δούλων τοῦ κυρίου μου τῶν ἐλαχίστων; καὶ ἤλπισας σαυτῷ ἐπ' Αἴγυπτον εἰς ἅρματα καὶ ἱππεῖς.
Verse: 25    
καὶ νῦν μὴ ἄνευ κυρίου ἀνέβημεν ἐπὶ τὸν τόπον τοῦτον τοῦ διαϕθεῖραι αὐτόν; κύριος εἶπεν πρός με ᾽Ανάβηθι ἐπὶ τὴν γῆν ταύτην καὶ διάϕθειρον αὐτήν.
Verse: 26    
καὶ εἶπεν Ελιακιμ υἱὸς Χελκιου καὶ Σομνας καὶ Ιωας πρὸς Ραψακην Λάλησον δὴ πρὸς τοὺς παῖδάς σου Συριστί, ὅτι ἀκούομεν ἡμεῖς, καὶ οὐ λαλήσεις μεθ' ἡμῶν Ιουδαϊστί, καὶ ἵνα τί λαλεῖς ἐν τοῖς ὠσὶν τοῦ λαοῦ τοῦ ἐπὶ τοῦ τείχους;
Verse: 27    
καὶ εἶπεν πρὸς αὐτοὺς Ραψακης Μὴ ἐπὶ τὸν κύριόν σου καὶ πρὸς σὲ ἀπέστειλέν με κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ ἐπὶ τοὺς ἄνδρας τοὺς καθημένους ἐπὶ τοῦ τείχους τοῦ ϕαγεῖν τὴν κόπρον αὐτῶν καὶ πιεῖν τὸ οὖρον αὐτῶν μεθ' ὑμῶν ἅμα;
Verse: 28    
καὶ ἔστη Ραψακης καὶ ἐβόησεν ϕωνῇ μεγάλῃ Ιουδαϊστὶ καὶ ἐλάλησεν καὶ εἶπεν ᾽Ακούσατε τοὺς λόγους τοῦ μεγάλου βασιλέως ᾽Ασσυρίων
Verse: 29    
Τάδε λέγει βασιλεύς Μὴ ἐπαιρέτω ὑμᾶς Εζεκιας λόγοις, ὅτι οὐ μὴ δύνηται ὑμᾶς ἐξελέσθαι ἐκ χειρός μου.
Verse: 30    
καὶ μὴ ἐπελπιζέτω ὑμᾶς Εζεκιας πρὸς κύριον λέγων ᾽Εξαιρούμενος ἐξελεῖται ἡμᾶς κύριος, οὐ μὴ παραδοθῇ πόλις αὕτη ἐν χειρὶ βασιλέως ᾽Ασσυρίων.
Verse: 31    
μὴ ἀκούετε Εζεκιου, ὅτι τάδε λέγει βασιλεὺς ᾽Ασσυρίων Ποιήσατε μετ' ἐμοῦ εὐλογίαν καὶ ἐξέλθατε πρός με, καὶ πίεται ἀνὴρ τὴν ἄμπελον αὐτοῦ καὶ ἀνὴρ τὴν συκῆν αὐτοῦ ϕάγεται καὶ πίεται ὕδωρ τοῦ λάκκου αὐτοῦ,
Verse: 32    
ἕως ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτου καὶ ἀμπελώνων, γῆ ἐλαίας ἐλαίου καὶ μέλιτος, καὶ ζήσετε καὶ οὐ μὴ ἀποθάνητε. καὶ μὴ ἀκούετε Εζεκιου, ὅτι ἀπατᾷ ὑμᾶς λέγων Κύριος ῥύσεται ἡμᾶς.
Verse: 33    
μὴ ῥυόμενοι ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως ᾽Ασσυρίων;
Verse: 34    
ποῦ ἐστιν θεὸς Αιμαθ καὶ Αρϕαδ; ποῦ ἐστιν θεὸς Σεπϕαρουαιν; καὶ ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου;
Verse: 35    
τίς ἐν πᾶσιν τοῖς θεοῖς τῶν γαιῶν, οἳ ἐξείλαντο τὰς γᾶς αὐτῶν ἐκ χειρός μου, ὅτι ἐξελεῖται κύριος τὴν Ιερουσαλημ ἐκ χειρός μου;
Verse: 36    
καὶ ἐκώϕευσαν καὶ οὐκ ἀπεκρίθησαν αὐτῷ λόγον, ὅτι ἐντολὴ τοῦ βασιλέως λέγων Οὐκ ἀποκριθήσεσθε αὐτῷ.
Verse: 37    
Καὶ εἰσῆλθεν Ελιακιμ υἱὸς Χελκιου οἰκονόμος καὶ Σομνας γραμματεὺς καὶ Ιωας υἱὸς Ασαϕ ἀναμιμνῄσκων πρὸς Εζεκιαν διερρηχότες τὰ ἱμάτια καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ραψακου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.