TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 351
Previous part

Chapter: 14 
Verse: 1    ᾽Εν ἔτει δευτέρῳ τῷ Ιωας υἱῷ Ιωαχας βασιλεῖ Ισραηλ καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα.
Verse: 2    
υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ιωαδιν ἐξ Ιερουσαλημ.
Verse: 3    
καὶ ἐποίησεν τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου, πλὴν οὐχ ὡς Δαυιδ πατὴρ αὐτοῦ· κατὰ πάντα, ὅσα ἐποίησεν Ιωας πατὴρ αὐτοῦ, ἐποίησεν·
Verse: 4    
πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν, ἔτι λαὸς ἐϑυσίαζεν καὶ ἐϑυμίων ἐν τοῖς ὑψηλοῖς.
Verse: 5    
καὶ ἐγένετο ὅτε κατίσχυσεν βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ·
Verse: 6    
καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐϑανάτωσεν, καϑὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο κύριος λέγων Οὐκ ἀποϑανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποϑανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ' ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποϑανεῖται.
Verse: 7    
αὐτὸς ἐπάταξεν τὸν Εδωμ ἐν Γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν Πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Καϑοηλ ἕως τῆς ἡμέρας ταύτης.
Verse: 8    
τότε ἀπέστειλεν Αμεσσιας ἀγγέλους πρὸς Ιωας υἱὸν Ιωαχας υἱοῦ Ιου βασιλέως Ισραηλ λέγων Δεῦρο ὀϕϑῶμεν προσώποις.
Verse: 9    
καὶ ἀπέστειλεν Ιωας βασιλεὺς Ισραηλ πρὸς Αμεσσιαν βασιλέα Ιουδα λέγων ῾Ο ακαν ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν ϑυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλϑον τὰ ϑηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ακανα.
Verse: 10    
τύπτων ἐπάταξας τὴν Ιδουμαίαν, καὶ ἐπῆρέν σε καρδία σου· ἐνδοξάσϑητι καϑήμενος ἐν τῷ οἴκῳ σου, καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου; καὶ πεσῇ σὺ καὶ Ιουδας μετὰ σοῦ.
Verse: 11    
καὶ οὐκ ἤκουσεν Αμεσσιας. καὶ ἀνέβη βασιλεὺς Ισραηλ, καὶ ὤϕϑησαν προσώποις αὐτὸς καὶ Αμεσσιας βασιλεὺς Ιουδα ἐν Βαιϑσαμυς τῇ τοῦ Ιουδα·
Verse: 12    
καὶ ἔπταισεν Ιουδας ἀπὸ προσώπου Ισραηλ, καὶ ἔϕυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ·
Verse: 13    
καὶ τὸν Αμεσσιαν υἱὸν Ιωας υἱοῦ Οχοζιου βασιλέα Ιουδα συνέλαβεν Ιωας υἱὸς Ιωαχας βασιλεὺς Ισραηλ ἐν Βαιϑσαμυς. καὶ ἦλϑεν εἰς Ιερουσαλημ καὶ καϑεῖλεν ἐν τῷ τείχει Ιερουσαλημ ἐν τῇ πύλῃ Εϕραιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις·
Verse: 14    
καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεϑέντα ἐν οἴκῳ κυρίου καὶ ἐν ϑησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν.
Verse: 15    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωας, ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἐπολέμησεν μετὰ Αμεσσιου βασιλέως Ιουδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
Verse: 16    
καὶ ἐκοιμήϑη Ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ισραηλ, καὶ ἐβασίλευσεν Ιεροβοαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 17    
καὶ ἔζησεν Αμεσσιας υἱὸς Ιωας βασιλεὺς Ιουδα μετὰ τὸ ἀποϑανεῖν Ιωας υἱὸν Ιωαχας βασιλέα Ισραηλ πεντεκαίδεκα ἔτη.
Verse: 18    
καὶ τὰ λοιπὰ τῶν λόγων Αμεσσιου καὶ πάντα, ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ιουδα;
Verse: 19    
καὶ συνεστράϕησαν ἐπ' αὐτὸν σύστρεμμα ἐν Ιερουσαλημ, καὶ ἔϕυγεν εἰς Λαχις· καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχις καὶ ἐϑανάτωσαν αὐτὸν ἐκεῖ.
Verse: 20    
καὶ ἦραν αὐτὸν ἐϕ' ἵππων, καὶ ἐτάϕη ἐν Ιερουσαλημ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυιδ.
Verse: 21    
καὶ ἔλαβεν πᾶς λαὸς Ιουδα τὸν Αζαριαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Αμεσσιου.
Verse: 22    
αὐτὸς ᾠκοδόμησεν τὴν Αιλωϑ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ιουδα μετὰ τὸ κοιμηϑῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.
Verse: 23    
᾽Εν ἔτει πεντεκαιδεκάτῳ τοῦ Αμεσσιου υἱοῦ Ιωας βασιλέως Ιουδα ἐβασίλευσεν Ιεροβοαμ υἱὸς Ιωας ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος.
Verse: 24    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
Verse: 25    
αὐτὸς ἀπέστησεν τὸ ὅριον Ισραηλ ἀπὸ εἰσόδου Αιμαϑ ἕως τῆς ϑαλάσσης τῆς Αραβα κατὰ τὸ ῥῆμα κυρίου ϑεοῦ Ισραηλ, ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ιωνα υἱοῦ Αμαϑι τοῦ προϕήτου τοῦ ἐκ Γεϑχοβερ.
Verse: 26    
ὅτι εἶδεν κύριος τὴν ταπείνωσιν Ισραηλ πικρὰν σϕόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν βοηϑῶν τῷ Ισραηλ.
Verse: 27    
καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ισραηλ ὑποκάτωϑεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ιεροβοαμ υἱοῦ Ιωας.
Verse: 28    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιεροβοαμ καὶ πάντα, ὅσα ἐποίησεν, καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αιμαϑ τῷ Ιουδα ἐν Ισραηλ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ισραηλ;
Verse: 29    
καὶ ἐκοιμήϑη Ιεροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ισραηλ, καὶ ἐβασίλευσεν Αζαριας υἱὸς Αμεσσιου ἀντὶ τοῦ πατρὸς αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.