TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 337
Previous part

Chapter: 22 
Verse: 1    Καὶ ἐκάϑισεν τρία ἔτη, καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον Ισραηλ.
Verse: 2    
καὶ ἐγενήϑη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ κατέβη Ιωσαϕατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ.
Verse: 3    
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ οἴδατε ὅτι ἡμῖν Ρεμμαϑ Γαλααδ, καὶ ἡμεῖς σιωπῶμεν λαβεῖν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;
Verse: 4    
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ ᾽Αναβήσῃ μεϑ' ἡμῶν εἰς Ρεμμαϑ Γαλααδ εἰς πόλεμον; καὶ εἶπεν Ιωσαϕατ Καϑὼς ἐγὼ οὕτως καὶ σύ, καϑὼς λαός μου λαός σου, καϑὼς οἱ ἵπποι μου οἱ ἵπποι σου.
Verse: 5    
καὶ εἶπεν Ιωσαϕατ βασιλεὺς Ιουδα πρὸς βασιλέα Ισραηλ ᾽Επερωτήσατε δὴ σήμερον τὸν κύριον.
Verse: 6    
καὶ συνήϑροισεν βασιλεὺς Ισραηλ πάντας τοὺς προϕήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς βασιλεύς Εἰ πορευϑῶ εἰς Ρεμμαϑ Γαλααδ εἰς πόλεμον ἐπίσχω; καὶ εἶπαν ᾽Ανάβαινε, καὶ διδοὺς δώσει κύριος εἰς χεῖρας τοῦ βασιλέως.
Verse: 7    
καὶ εἶπεν Ιωσαϕατ πρὸς βασιλέα Ισραηλ Οὐκ ἔστιν ὧδε προϕήτης τοῦ κυρίου καὶ ἐπερωτήσομεν τὸν κύριον δι' αὐτοῦ;
Verse: 8    
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ ῎Ετι ἔστιν ἀνὴρ εἷς τοῦ ἐπερωτῆσαι τὸν κύριον δι' αὐτοῦ, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὅτι οὐ λαλεῖ περὶ ἐμοῦ καλά, ἀλλ' κακά, Μιχαιας υἱὸς Ιεμλα. καὶ εἶπεν Ιωσαϕατ βασιλεὺς Ιουδα Μὴ λεγέτω βασιλεὺς οὕτως.
Verse: 9    
καὶ ἐκάλεσεν βασιλεὺς Ισραηλ εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μιχαιαν υἱὸν Ιεμλα.
Verse: 10    
καὶ βασιλεὺς Ισραηλ καὶ Ιωσαϕατ βασιλεὺς Ιουδα ἐκάϑηντο ἀνὴρ ἐπὶ τοῦ ϑρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προϕῆται ἐπροϕήτευον ἐνώπιον αὐτῶν.
Verse: 11    
καὶ ἐποίησεν ἑαυτῷ Σεδεκιας υἱὸς Χανανα κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει κύριος ᾽Εν τούτοις κερατιεῖς τὴν Συρίαν, ἕως συντελεσϑῇ.
Verse: 12    
καὶ πάντες οἱ προϕῆται ἐπροϕήτευον οὕτως λέγοντες ᾽Ανάβαινε εἰς Ρεμμαϑ Γαλααδ, καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας.
Verse: 13    
καὶ ἄγγελος πορευϑεὶς καλέσαι τὸν Μιχαιαν ἐλάλησεν αὐτῷ λέγων ᾽Ιδοὺ δὴ λαλοῦσιν πάντες οἱ προϕῆται ἐν στόματι ἑνὶ καλὰ περὶ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εἰς λόγους σου κατὰ τοὺς λόγους ἑνὸς τούτων καὶ λάλησον καλά.
Verse: 14    
καὶ εἶπεν Μιχαιας Ζῇ κύριος ὅτι ἂν εἴπῃ κύριος πρός με, ταῦτα λαλήσω.
Verse: 15    
καὶ ἦλϑεν πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ βασιλεύς Μιχαια, εἰ ἀναβῶ εἰς Ρεμμαϑ Γαλααδ εἰς πόλεμον ἐπίσχω; καὶ εἶπεν ᾽Ανάβαινε, καὶ εὐοδώσει καὶ δώσει κύριος εἰς χεῖρα τοῦ βασιλέως.
Verse: 16    
καὶ εἶπεν αὐτῷ βασιλεύς Ποσάκις ἐγὼ ὁρκίζω σε ὅπως λαλήσῃς πρός με ἀλήϑειαν ἐν ὀνόματι κυρίου;
Verse: 17    
καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως· ἑώρακα πάντα τὸν Ισραηλ διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον, οὐκ ἔστιν ποιμήν, καὶ εἶπεν κύριος Οὐ κύριος τούτοις, ἀναστρεϕέτω ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.
Verse: 18    
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ βασιλέα Ιουδα Οὐκ εἶπα πρὸς σέ Οὐ προϕητεύει οὗτός μοι καλά, διότι ἀλλ' κακά;
Verse: 19    
καὶ εἶπεν Μιχαιας Οὐχ οὕτως, οὐκ ἐγώ, ἄκουε ῥῆμα κυρίου, οὐχ οὕτως· εἶδον τὸν κύριον ϑεὸν Ισραηλ καϑήμενον ἐπὶ ϑρόνου αὐτοῦ, καὶ πᾶσα στρατιὰ τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.
Verse: 20    
καὶ εἶπεν κύριος Τίς ἀπατήσει τὸν Αχααβ βασιλέα Ισραηλ καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ρεμμαϑ Γαλααδ; καὶ εἶπεν οὗτος οὕτως καὶ οὗτος οὕτως.
Verse: 21    
καὶ ἐξῆλϑεν πνεῦμα καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν ᾽Εγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν πρὸς αὐτὸν κύριος ᾽Εν τίνι;
Verse: 22    
καὶ εἶπεν ᾽Εξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προϕητῶν αὐτοῦ. καὶ εἶπεν ᾽Απατήσεις καί γε δυνήσει, ἔξελϑε καὶ ποίησον οὕτως.
Verse: 23    
καὶ νῦν ἰδοὺ ἔδωκεν κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προϕητῶν σου τούτων, καὶ κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
Verse: 24    
καὶ προσῆλϑεν Σεδεκιου υἱὸς Χανανα καὶ ἐπάταξεν τὸν Μιχαιαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν Ποῖον πνεῦμα κυρίου τὸ λαλῆσαν ἐν σοί;
Verse: 25    
καὶ εἶπεν Μιχαιας ᾽Ιδοὺ σὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν εἰσέλϑῃς ταμίειον τοῦ ταμιείου τοῦ κρυβῆναι.
Verse: 26    
καὶ εἶπεν βασιλεὺς Ισραηλ Λάβετε τὸν Μιχαιαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Εμηρ τὸν ἄρχοντα τῆς πόλεως· καὶ τῷ Ιωας υἱῷ τοῦ βασιλέως
Verse: 27    
εἰπὸν ϑέσϑαι τοῦτον ἐν ϕυλακῇ καὶ ἐσϑίειν αὐτὸν ἄρτον ϑλίψεως καὶ ὕδωρ ϑλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.
Verse: 28    
καὶ εἶπεν Μιχαιας ᾽Εὰν ἐπιστρέϕων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν κύριος ἐν ἐμοί.
Verse: 29    
Καὶ ἀνέβη βασιλεὺς Ισραηλ καὶ Ιωσαϕατ βασιλεὺς Ιουδα μετ' αὐτοῦ εἰς Ρεμμαϑ Γαλααδ.
Verse: 30    
καὶ εἶπεν βασιλεὺς Ισραηλ πρὸς Ιωσαϕατ βασιλέα Ιουδα Συγκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ισραηλ καὶ εἰσῆλϑεν εἰς τὸν πόλεμον.
Verse: 31    
καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων αὐτοῦ τριάκοντα καὶ δυσὶν λέγων Μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ' τὸν βασιλέα Ισραηλ μονώτατον.
Verse: 32    
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ιωσαϕατ βασιλέα Ιουδα, καὶ αὐτοὶ εἶπον Φαίνεται βασιλεὺς Ισραηλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι, καὶ ἀνέκραξεν Ιωσαϕατ.
Verse: 33    
καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ισραηλ οὗτος, καὶ ἀπέστρεψαν ἀπ' αὐτοῦ.
Verse: 34    
καὶ ἐνέτεινεν εἷς τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ισραηλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ ϑώρακος. καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ ᾽Επίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι τέτρωμαι.
Verse: 35    
καὶ ἐτροπώϑη πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας καὶ ἀπέχυννε τὸ αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέϑανεν ἑσπέρας, καὶ ἐξεπορεύετο τὸ αἷμα τῆς τροπῆς ἕως τοῦ κόλπου τοῦ ἅρματος.
Verse: 36    
καὶ ἔστη στρατοκῆρυξ δύνοντος τοῦ ἡλίου λέγων ῞Εκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν,
Verse: 37    
ὅτι τέϑνηκεν βασιλεύς. καὶ ἦλϑον εἰς Σαμάρειαν καὶ ἔϑαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.
Verse: 38    
καὶ ἀπένιψαν τὸ ἅρμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλειξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα, καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἵματι κατὰ τὸ ῥῆμα κυρίου, ἐλάλησεν.
Verse: 39    
καὶ τὰ λοιπὰ τῶν λόγων Αχααβ καὶ πάντα, ἐποίησεν, καὶ οἶκον ἐλεϕάντινον, ὃν ᾠκοδόμησεν, καὶ πάσας τὰς πόλεις, ἃς ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ισραηλ;
Verse: 40    
καὶ ἐκοιμήϑη Αχααβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Οχοζιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 41    
Καὶ Ιωσαϕατ υἱὸς Ασα ἐβασίλευσεν ἐπὶ Ιουδα. ἔτει τετάρτῳ τῷ Αχααβ βασιλέως Ισραηλ ἐβασίλευσεν.
Verse: 42    
Ιωσαϕατ υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα ϑυγάτηρ Σελεϊ.
Verse: 43    
καὶ ἐπορεύϑη ἐν πάσῃ ὁδῷ Ασα τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ' αὐτῆς τοῦ ποιῆσαι τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς κυρίου·
Verse: 44    
πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἔτι λαὸς ἐϑυσίαζεν καὶ ἐϑυμίων ἐν τοῖς ὑψηλοῖς.
Verse: 45    
καὶ εἰρήνευσεν Ιωσαϕατ μετὰ βασιλέως Ισραηλ.
Verse: 46    
καὶ τὰ λοιπὰ τῶν λόγων Ιωσαϕατ καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ιουδα;
Verse: 51    
καὶ ἐκοιμήϑη Ιωσαϕατ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάϕη παρὰ τοῖς πατράσιν αὐτοῦ ἐν πόλει Δαυιδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ιωραμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ.
Verse: 52    
Καὶ Οχοζιας υἱὸς Αχααβ ἐβασίλευσεν ἐπὶ Ισραηλ ἐν Σαμαρείᾳ ἐν ἔτει ἑπτακαιδεκάτῳ Ιωσαϕατ βασιλεῖ Ιουδα· καὶ ἐβασίλευσεν ἐν Ισραηλ ἔτη δύο.
Verse: 53    
καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου καὶ ἐπορεύϑη ἐν ὁδῷ Αχααβ τοῦ πατρὸς αὐτοῦ καὶ ἐν ὁδῷ Ιεζαβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἴκου Ιεροβοαμ υἱοῦ Ναβατ, ὃς ἐξήμαρτεν τὸν Ισραηλ.
Verse: 54    
καὶ ἐδούλευσεν τοῖς Βααλιμ καὶ προσεκύνησεν αὐτοῖς καὶ παρώργισεν τὸν κύριον ϑεὸν Ισραηλ κατὰ πάντα τὰ γενόμενα ἔμπροσϑεν αὐτοῦ. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.