TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 302
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἐγένετο ἐπιστρέψαντος τοῦ ἐνιαυτοῦ εἰς τὸν καιρὸν τῆς ἐξοδίας τῶν βασιλέων καὶ ἀπέστειλεν Δαυιδ τὸν Ιωαβ καὶ τοὺς παῖδας αὐτοῦ μετ' αὐτοῦ καὶ τὸν πάντα Ισραηλ, καὶ διέϕϑειραν τοὺς υἱοὺς Αμμων καὶ διεκάϑισαν ἐπὶ Ραββαϑ· καὶ Δαυιδ ἐκάϑισεν ἐν Ιερουσαλημ.
Verse: 2    
Καὶ ἐγένετο πρὸς ἑσπέραν καὶ ἀνέστη Δαυιδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τοῦ βασιλέως καὶ εἶδεν γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ γυνὴ καλὴ τῷ εἴδει σϕόδρα.
Verse: 3    
καὶ ἀπέστειλεν Δαυιδ καὶ ἐζήτησεν τὴν γυναῖκα, καὶ εἶπεν Οὐχὶ αὕτη Βηρσαβεε ϑυγάτηρ Ελιαβ γυνὴ Ουριου τοῦ Χετταίου;
Verse: 4    
καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους καὶ ἔλαβεν αὐτήν, καὶ εἰσῆλϑεν πρὸς αὐτόν, καὶ ἐκοιμήϑη μετ' αὐτῆς, καὶ αὐτὴ ἁγιαζομένη ἀπὸ ἀκαϑαρσίας αὐτῆς καὶ ἀπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Verse: 5    
καὶ ἐν γαστρὶ ἔλαβεν γυνή· καὶ ἀποστείλασα ἀπήγγειλεν τῷ Δαυιδ καὶ εἶπεν ᾽Εγώ εἰμι ἐν γαστρὶ ἔχω.
Verse: 6    
καὶ ἀπέστειλεν Δαυιδ πρὸς Ιωαβ λέγων ᾽Απόστειλον πρός με τὸν Ουριαν τὸν Χετταῖον· καὶ ἀπέστειλεν Ιωαβ τὸν Ουριαν πρὸς Δαυιδ.
Verse: 7    
καὶ παραγίνεται Ουριας καὶ εἰσῆλϑεν πρὸς αὐτόν, καὶ ἐπηρώτησεν Δαυιδ εἰς εἰρήνην Ιωαβ καὶ εἰς εἰρήνην τοῦ λαοῦ καὶ εἰς εἰρήνην τοῦ πολέμου.
Verse: 8    
καὶ εἶπεν Δαυιδ τῷ Ουρια Κατάβηϑι εἰς τὸν οἶκόν σου καὶ νίψαι τοὺς πόδας σου· καὶ ἐξῆλϑεν Ουριας ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἐξῆλϑεν ὀπίσω αὐτοῦ ἄρσις τοῦ βασιλέως.
Verse: 9    
καὶ ἐκοιμήϑη Ουριας παρὰ τῇ ϑύρᾳ τοῦ βασιλέως μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ καὶ οὐ κατέβη εἰς τὸν οἶκον αὐτοῦ.
Verse: 10    
καὶ ἀνήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οὐ κατέβη Ουριας εἰς τὸν οἶκον αὐτοῦ. καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Οὐχὶ ἐξ ὁδοῦ σὺ ἔρχῃ; τί ὅτι οὐ κατέβης εἰς τὸν οἶκόν σου;
Verse: 11    
καὶ εἶπεν Ουριας πρὸς Δαυιδ ῾Η κιβωτὸς καὶ Ισραηλ καὶ Ιουδας κατοικοῦσιν ἐν σκηναῖς, καὶ κύριός μου Ιωαβ καὶ οἱ δοῦλοι τοῦ κυρίου μου ἐπὶ πρόσωπον τοῦ ἀγροῦ παρεμβάλλουσιν· καὶ ἐγὼ εἰσελεύσομαι εἰς τὸν οἶκόν μου ϕαγεῖν καὶ πιεῖν καὶ κοιμηϑῆναι μετὰ τῆς γυναικός μου; πῶς; ζῇ ψυχή σου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο.
Verse: 12    
καὶ εἶπεν Δαυιδ πρὸς Ουριαν Κάϑισον ἐνταῦϑα καί γε σήμερον, καὶ αὔριον ἐξαποστελῶ σε· καὶ ἐκάϑισεν Ουριας ἐν Ιερουσαλημ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ τῇ ἐπαύριον.
Verse: 13    
καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ, καὶ ἔϕαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν, καὶ ἐμέϑυσεν αὐτόν· καὶ ἐξῆλϑεν ἑσπέρας τοῦ κοιμηϑῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη.
Verse: 14    
καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου.
Verse: 15    
καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων Εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραϕήσεσϑε ἀπὸ ὄπισϑεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποϑανεῖται.
Verse: 16    
καὶ ἐγενήϑη ἐν τῷ ϕυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔϑηκεν τὸν Ουριαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ.
Verse: 17    
καὶ ἐξῆλϑον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωαβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυιδ, καὶ ἀπέϑανεν καί γε Ουριας Χετταῖος.
Verse: 18    
καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου
Verse: 19    
καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων ᾽Εν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα
Verse: 20    
καὶ ἔσται ἐὰν ἀναβῇ ϑυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωϑεν τοῦ τείχους;
Verse: 21    
τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἐπάνωϑεν τοῦ τείχους καὶ ἀπέϑανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος; καὶ ἐρεῖς Καί γε Ουριας δοῦλός σου Χετταῖος ἀπέϑανεν.
Verse: 22    
καὶ ἐπορεύϑη ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ, πάντα τὰ ῥήματα τοῦ πολέμου. καὶ ἐϑυμώϑη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον ῞Ινα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ πολεμῆσαι; οὐκ ᾔδειτε ὅτι πληγήσεσϑε ἀπὸ τοῦ τείχους; τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ; οὐχὶ γυνὴ ἔρριψεν ἐπ' αὐτὸν κλάσμα μύλου ἀπὸ τοῦ τείχους καὶ ἀπέϑανεν ἐν Θαμασι; ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος;
Verse: 23    
καὶ εἶπεν ἄγγελος πρὸς Δαυιδ ῞Οτι ἐκραταίωσαν ἐϕ' ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλϑαν ἐϕ' ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήϑημεν ἐπ' αὐτοὺς ἕως τῆς ϑύρας τῆς πύλης,
Verse: 24    
καὶ ἐτόξευσαν οἱ τοξεύοντες πρὸς τοὺς παῖδάς σου ἀπάνωϑεν τοῦ τείχους, καὶ ἀπέϑαναν τῶν παίδων τοῦ βασιλέως, καί γε δοῦλός σου Ουριας Χετταῖος ἀπέϑανεν.
Verse: 25    
καὶ εἶπεν Δαυιδ πρὸς τὸν ἄγγελον Τάδε ἐρεῖς πρὸς Ιωαβ Μὴ πονηρὸν ἔστω ἐν ὀϕϑαλμοῖς σου τὸ ῥῆμα τοῦτο, ὅτι ποτὲ μὲν οὕτως καὶ ποτὲ οὕτως ϕάγεται μάχαιρα· κραταίωσον τὸν πόλεμόν σου πρὸς τὴν πόλιν καὶ κατάσπασον αὐτὴν καὶ κραταίωσον αὐτόν.
Verse: 26    
καὶ ἤκουσεν γυνὴ Ουριου ὅτι ἀπέϑανεν Ουριας ἀνὴρ αὐτῆς, καὶ ἐκόψατο τὸν ἄνδρα αὐτῆς.
Verse: 27    
καὶ διῆλϑεν τὸ πένϑος, καὶ ἀπέστειλεν Δαυιδ καὶ συνήγαγεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐγενήϑη αὐτῷ εἰς γυναῖκα καὶ ἔτεκεν αὐτῷ υἱόν. Καὶ πονηρὸν ἐϕάνη τὸ ῥῆμα, ἐποίησεν Δαυιδ, ἐν ὀϕϑαλμοῖς κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.