TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 292
Book: Reg.II_(Sam.II)
ΒΑΣΙΛΕΙΩΝ
Β
'
Chapter: 1
Verse: 1
Καὶ
ἐγένετο
μετὰ
τὸ
ἀποϑανεῖν
Σαουλ
καὶ
Δαυιδ
ἀνέστρεψεν
τύπτων
τὸν
Αμαληκ
,
καὶ
ἐκάϑισεν
Δαυιδ
ἐν
Σεκελακ
ἡμέρας
δύο
.
Verse: 2
καὶ
ἐγενήϑη
τῇ
ἡμέρᾳ
τῇ
τρίτῃ
καὶ
ἰδοὺ
ἀνὴρ
ἦλϑεν
ἐκ
τῆς
παρεμβολῆς
ἐκ
τοῦ
λαοῦ
Σαουλ
,
καὶ
τὰ
ἱμάτια
αὐτοῦ
διερρωγότα
,
καὶ
γῆ
ἐπὶ
τῆς
κεϕαλῆς
αὐτοῦ
,
καὶ
ἐγένετο
ἐν
τῷ
εἰσελϑεῖν
αὐτὸν
πρὸς
Δαυιδ
καὶ
ἔπεσεν
ἐπὶ
τὴν
γῆν
καὶ
προσεκύνησεν
αὐτῷ
.
Verse: 3
καὶ
εἶπεν
αὐτῷ
Δαυιδ
Πόϑεν
σὺ
παραγίνῃ
;
καὶ
εἶπεν
πρὸς
αὐτόν
᾽Εκ
τῆς
παρεμβολῆς
Ισραηλ
ἐγὼ
διασέσῳσμαι
.
Verse: 4
καὶ
εἶπεν
αὐτῷ
Δαυιδ
Τίς
ὁ
λόγος
οὗτος
;
ἀπάγγειλόν
μοι
.
καὶ
εἶπεν
ὅτι
῎Εϕυγεν
ὁ
λαὸς
ἐκ
τοῦ
πολέμου
,
καὶ
πεπτώκασι
πολλοὶ
ἐκ
τοῦ
λαοῦ
καὶ
ἀπέϑανον
·
καὶ
ἀπέϑανεν
καὶ
Σαουλ
,
καὶ
Ιωναϑαν
ὁ
υἱὸς
αὐτοῦ
ἀπέϑανεν
.
Verse: 5
καὶ
εἶπεν
Δαυιδ
τῷ
παιδαρίῳ
τῷ
ἀπαγγέλλοντι
αὐτῷ
Πῶς
οἶδας
ὅτι
τέϑνηκεν
Σαουλ
καὶ
Ιωναϑαν
ὁ
υἱὸς
αὐτοῦ
;
Verse: 6
καὶ
εἶπεν
τὸ
παιδάριον
τὸ
ἀπαγγέλλον
αὐτῷ
Περιπτώματι
περιέπεσον
ἐν
τῷ
ὄρει
τῷ
Γελβουε
,
καὶ
ἰδοὺ
Σαουλ
ἐπεστήρικτο
ἐπὶ
τὸ
δόρυ
αὐτοῦ
,
καὶ
ἰδοὺ
τὰ
ἅρματα
καὶ
οἱ
ἱππάρχαι
συνῆψαν
αὐτῷ
.
Verse: 7
καὶ
ἐπέβλεψεν
ἐπὶ
τὰ
ὀπίσω
αὐτοῦ
καὶ
εἶδέν
με
καὶ
ἐκάλεσέν
με
,
καὶ
εἶπα
᾽Ιδοὺ
ἐγώ
.
Verse: 8
καὶ
εἶπέν
μοι
Τίς
εἶ
σύ
;
καὶ
εἶπα
Αμαληκίτης
ἐγώ
εἰμι
.
Verse: 9
καὶ
εἶπεν
πρός
με
Στῆϑι
δὴ
ἐπάνω
μου
καὶ
ϑανάτωσόν
με
,
ὅτι
κατέσχεν
με
σκότος
δεινόν
,
ὅτι
πᾶσα
ἡ
ψυχή
μου
ἐν
ἐμοί
.
Verse: 10
καὶ
ἐπέστην
ἐπ
'
αὐτὸν
καὶ
ἐϑανάτωσα
αὐτόν
,
ὅτι
ᾔδειν
ὅτι
οὐ
ζήσεται
μετὰ
τὸ
πεσεῖν
αὐτόν
·
καὶ
ἔλαβον
τὸ
βασίλειον
τὸ
ἐπὶ
τὴν
κεϕαλὴν
αὐτοῦ
καὶ
τὸν
χλιδῶνα
τὸν
ἐπὶ
τοῦ
βραχίονος
αὐτοῦ
καὶ
ἐνήνοχα
αὐτὰ
τῷ
κυρίῳ
μου
ὧδε
.
Verse: 11
καὶ
ἐκράτησεν
Δαυιδ
τῶν
ἱματίων
αὐτοῦ
καὶ
διέρρηξεν
αὐτά
,
καὶ
πάντες
οἱ
ἄνδρες
οἱ
μετ
'
αὐτοῦ
διέρρηξαν
τὰ
ἱμάτια
αὐτῶν
.
Verse: 12
καὶ
ἐκόψαντο
καὶ
ἔκλαυσαν
καὶ
ἐνήστευσαν
ἕως
δείλης
ἐπὶ
Σαουλ
καὶ
ἐπὶ
Ιωναϑαν
τὸν
υἱὸν
αὐτοῦ
καὶ
ἐπὶ
τὸν
λαὸν
Ιουδα
καὶ
ἐπὶ
τὸν
οἶκον
Ισραηλ
,
ὅτι
ἐπλήγησαν
ἐν
ῥομϕαίᾳ
.
Verse: 13
καὶ
εἶπεν
Δαυιδ
τῷ
παιδαρίῳ
τῷ
ἀπαγγέλλοντι
αὐτῷ
Πόϑεν
εἶ
σύ
;
καὶ
εἶπεν
Υἱὸς
ἀνδρὸς
παροίκου
Αμαληκίτου
ἐγώ
εἰμι
.
Verse: 14
καὶ
εἶπεν
αὐτῷ
Δαυιδ
Πῶς
οὐκ
ἐϕοβήϑης
ἐπενεγκεῖν
χεῖρά
σου
διαϕϑεῖραι
τὸν
χριστὸν
κυρίου
;
Verse: 15
καὶ
ἐκάλεσεν
Δαυιδ
ἓν
τῶν
παιδαρίων
αὐτοῦ
καὶ
εἶπεν
Προσελϑὼν
ἀπάντησον
αὐτῷ
·
καὶ
ἐπάταξεν
αὐτόν
,
καὶ
ἀπέϑανεν
.
Verse: 16
καὶ
εἶπεν
Δαυιδ
πρὸς
αὐτόν
Τὸ
αἷμά
σου
ἐπὶ
τὴν
κεϕαλήν
σου
,
ὅτι
τὸ
στόμα
σου
ἀπεκρίϑη
κατὰ
σοῦ
λέγων
ὅτι
᾽Εγὼ
ἐϑανάτωσα
τὸν
χριστὸν
κυρίου
.
Verse: 17
Καὶ
ἐϑρήνησεν
Δαυιδ
τὸν
ϑρῆνον
τοῦτον
ἐπὶ
Σαουλ
καὶ
ἐπὶ
Ιωναϑαν
τὸν
υἱὸν
αὐτοῦ
Verse: 18
καὶ
εἶπεν
τοῦ
διδάξαι
τοὺς
υἱοὺς
Ιουδα
ἰδοὺ
γέγραπται
ἐπὶ
βιβλίου
τοῦ
εὐϑοῦς
Verse: 19
Στήλωσον
,
Ισραηλ
,
ὑπὲρ
τῶν
τεϑνηκότων
ἐπὶ
τὰ
ὕψη
σου
//
τραυματιῶν
·
πῶς
ἔπεσαν
δυνατοί
.
Verse: 20
μὴ
ἀναγγείλητε
ἐν
Γεϑ
καὶ
μὴ
εὐαγγελίσησϑε
ἐν
ταῖς
ἐξόδοις
᾽Ασκαλῶνος
,
μήποτε
εὐϕρανϑῶσιν
ϑυγατέρες
ἀλλοϕύλων
,
μήποτε
ἀγαλλιάσωνται
ϑυγατέρες
τῶν
ἀπεριτμήτων
.
Verse: 21
ὄρη
τὰ
ἐν
Γελβουε
,
μὴ
καταβῇ
δρόσος
καὶ
μὴ
ὑετὸς
ἐϕ
'
ὑμᾶς
καὶ
ἀγροὶ
ἀπαρχῶν
,
ὅτι
ἐκεῖ
προσωχϑίσϑη
ϑυρεὸς
δυνατῶν
,
ϑυρεὸς
Σαουλ
οὐκ
ἐχρίσϑη
ἐν
ἐλαίῳ
.
Verse: 22
ἀϕ
'
αἵματος
τραυματιῶν
,
ἀπὸ
στέατος
δυνατῶν
τόξον
Ιωναϑαν
οὐκ
ἀπεστράϕη
κενὸν
εἰς
τὰ
ὀπίσω
,
καὶ
ῥομϕαία
Σαουλ
οὐκ
ἀνέκαμψεν
κενή
.
Verse: 23
Σαουλ
καὶ
Ιωναϑαν
,
οἱ
ἠγαπημένοι
καὶ
ὡραῖοι
,
οὐ
διακεχωρισμένοι
,
εὐπρεπεῖς
ἐν
τῇ
ζωῇ
αὐτῶν
καὶ
ἐν
τῷ
ϑανάτῳ
αὐτῶν
οὐ
//
διεχωρίσϑησαν
,
ὑπὲρ
ἀετοὺς
κοῦϕοι
καὶ
ὑπὲρ
λέοντας
ἐκραταιώϑησαν
.
Verse: 24
ϑυγατέρες
Ισραηλ
,
ἐπὶ
Σαουλ
κλαύσατε
τὸν
ἐνδιδύσκοντα
ὑμᾶς
κόκκινα
μετὰ
κόσμου
ὑμῶν
,
τὸν
ἀναϕέροντα
κόσμον
χρυσοῦν
ἐπὶ
τὰ
ἐνδύματα
ὑμῶν
.
Verse: 25
πῶς
ἔπεσαν
δυνατοὶ
ἐν
μέσῳ
τοῦ
πολέμου
·
Ιωναϑαν
ἐπὶ
τὰ
ὕψη
σου
τραυματίας
.
Verse: 26
ἀλγῶ
ἐπὶ
σοί
,
ἄδελϕέ
μου
Ιωναϑαν
·
ὡραιώϑης
μοι
σϕόδρα
,
ἐϑαυμαστώϑη
ἡ
ἀγάπησίς
σου
ἐμοὶ
ὑπὲρ
ἀγάπησιν
γυναικῶν
.
Verse: 27
πῶς
ἔπεσαν
δυνατοὶ
καὶ
ἀπώλοντο
σκεύη
πολεμικά
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.