TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 289
Chapter: 29
Verse: 1
Καὶ
συναϑροίζουσιν
ἀλλόϕυλοι
πάσας
τὰς
παρεμβολὰς
αὐτῶν
εἰς
Αϕεκ
,
καὶ
Ισραηλ
παρενέβαλεν
ἐν
Αενδωρ
τῇ
ἐν
Ιεζραελ
.
Verse: 2
καὶ
σατράπαι
ἀλλοϕύλων
παρεπορεύοντο
εἰς
ἑκατοντάδας
καὶ
χιλιάδας
,
καὶ
Δαυιδ
καὶ
οἱ
ἄνδρες
αὐτοῦ
παρεπορεύοντο
ἐπ
'
ἐσχάτων
μετὰ
Αγχους
.
Verse: 3
καὶ
εἶπον
οἱ
σατράπαι
τῶν
ἀλλοϕύλων
Τίνες
οἱ
διαπορευόμενοι
οὗτοι
;
καὶ
εἶπεν
Αγχους
πρὸς
τοὺς
στρατηγοὺς
τῶν
ἀλλοϕύλων
Οὐχ
οὗτος
Δαυιδ
ὁ
δοῦλος
Σαουλ
βασιλέως
Ισραηλ
;
γέγονεν
μεϑ
'
ἡμῶν
ἡμέρας
τοῦτο
δεύτερον
ἔτος
,
καὶ
οὐχ
εὕρηκα
ἐν
αὐτῷ
οὐϑὲν
ἀϕ
'
ἧς
ἡμέρας
ἐνέπεσεν
πρός
με
καὶ
ἕως
τῆς
ἡμέρας
ταύτης
.
Verse: 4
καὶ
ἐλυπήϑησαν
ἐπ
'
αὐτῷ
οἱ
στρατηγοὶ
τῶν
ἀλλοϕύλων
καὶ
λέγουσιν
αὐτῷ
᾽Απόστρεψον
τὸν
ἄνδρα
εἰς
τὸν
τόπον
αὐτοῦ
,
οὗ
κατέστησας
αὐτὸν
ἐκεῖ
,
καὶ
μὴ
ἐρχέσϑω
μεϑ
'
ἡμῶν
εἰς
τὸν
πόλεμον
καὶ
μὴ
γινέσϑω
ἐπίβουλος
τῆς
παρεμβολῆς
·
καὶ
ἐν
τίνι
διαλλαγήσεται
οὗτος
τῷ
κυρίῳ
αὐτοῦ
;
οὐχὶ
ἐν
ταῖς
κεϕαλαῖς
τῶν
ἀνδρῶν
ἐκείνων
;
Verse: 5
οὐχ
οὗτος
Δαυιδ
,
ᾧ
ἐξῆρχον
ἐν
χοροῖς
λέγοντες
᾽Επάταξεν
Σαουλ
ἐν
χιλιάσιν
αὐτοῦ
καὶ
Δαυιδ
ἐν
μυριάσιν
αὐτοῦ
;
Verse: 6
καὶ
ἐκάλεσεν
Αγχους
τὸν
Δαυιδ
καὶ
εἶπεν
αὐτῷ
Ζῇ
κύριος
ὅτι
εὐϑὴς
σὺ
καὶ
ἀγαϑὸς
ἐν
ὀϕϑαλμοῖς
μου
,
καὶ
ἡ
ἔξοδός
σου
καὶ
ἡ
εἴσοδός
σου
μετ
'
ἐμοῦ
ἐν
τῇ
παρεμβολῇ
,
καὶ
ὅτι
οὐχ
εὕρηκα
κατὰ
σοῦ
κακίαν
ἀϕ
'
ἧς
ἡμέρας
ἥκεις
πρός
με
ἕως
τῆς
σήμερον
ἡμέρας
·
καὶ
ἐν
ὀϕϑαλμοῖς
τῶν
σατραπῶν
οὐκ
ἀγαϑὸς
σύ
·
Verse: 7
καὶ
νῦν
ἀνάστρεϕε
καὶ
πορεύου
εἰς
εἰρήνην
,
καὶ
οὐ
μὴ
ποιήσεις
κακίαν
ἐν
ὀϕϑαλμοῖς
τῶν
σατραπῶν
τῶν
ἀλλοϕύλων
.
Verse: 8
καὶ
εἶπεν
Δαυιδ
πρὸς
Αγχους
Τί
πεποίηκά
σοι
καὶ
τί
εὗρες
ἐν
τῷ
δούλῳ
σου
ἀϕ
'
ἧς
ἡμέρας
ἤμην
ἐνώπιόν
σου
καὶ
ἕως
τῆς
ἡμέρας
ταύτης
,
ὅτι
οὐ
μὴ
ἔλϑω
πολεμῆσαι
τοὺς
ἐχϑροὺς
τοῦ
κυρίου
μου
τοῦ
βασιλέως
;
Verse: 9
καὶ
ἀπεκρίϑη
Αγχους
πρὸς
Δαυιδ
Οἶδα
ὅτι
ἀγαϑὸς
σὺ
ἐν
ὀϕϑαλμοῖς
μου
,
ἀλλ
'
οἱ
σατράπαι
τῶν
ἀλλοϕύλων
λέγουσιν
Οὐχ
ἥξει
μεϑ
'
ἡμῶν
εἰς
πόλεμον
.
Verse: 10
καὶ
νῦν
ὄρϑρισον
τὸ
πρωί
,
σὺ
καὶ
οἱ
παῖδες
τοῦ
κυρίου
σου
οἱ
ἥκοντες
μετὰ
σοῦ
,
καὶ
πορεύεσϑε
εἰς
τὸν
τόπον
,
οὗ
κατέστησα
ὑμᾶς
ἐκεῖ
,
καὶ
λόγον
λοιμὸν
μὴ
ϑῇς
ἐν
καρδίᾳ
σου
,
ὅτι
ἀγαϑὸς
σὺ
ἐνώπιόν
μου
·
καὶ
ὀρϑρίσατε
ἐν
τῇ
ὁδῷ
,
καὶ
ϕωτισάτω
ὑμῖν
,
καὶ
πορεύϑητε
.
Verse: 11
καὶ
ὤρϑρισεν
Δαυιδ
αὐτὸς
καὶ
οἱ
ἄνδρες
αὐτοῦ
ἀπελϑεῖν
καὶ
ϕυλάσσειν
τὴν
γῆν
τῶν
ἀλλοϕύλων
,
καὶ
οἱ
ἀλλόϕυλοι
ἀνέβησαν
πολεμεῖν
ἐπὶ
Ισραηλ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.