TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 243
Previous part

Chapter: 8 
Verse: 1    καὶ εἶπαν πρὸς Γεδεων ἀνὴρ Εϕραιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐπορεύϑης παρατάξασϑαι ἐν Μαδιαμ; καὶ διελέξαντο πρὸς αὐτὸν ἰσχυρῶς.
Verse: 2    
καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καϑὼς ὑμεῖς; οὐχὶ κρεῖσσον ἐπιϕυλλὶς Εϕραιμ τρυγητὸς Αβιεζερ;
Verse: 3    
ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ· καὶ τί ἠδυνήϑην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέϑη τὸ πνεῦμα αὐτῶν ἀπ' αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.
Verse: 4    
Καὶ ἦλϑεν Γεδεων ἐπὶ τὸν Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ' αὐτοῦ πεινῶντες καὶ διώκοντες.
Verse: 5    
καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωϑ Δότε δὴ ἄρτους εἰς τροϕὴν τῷ λαῷ τούτῳ τῷ ἐν ποσίν μου, ὅτι ἐκλείπουσιν, καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζεβεε καὶ Σελμανα βασιλέων Μαδιαμ.
Verse: 6    
καὶ εἶπον οἱ ἄρχοντες Σοκχωϑ Μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους.
Verse: 7    
καὶ εἶπεν Γεδεων Διὰ τοῦτο ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σελμανα ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνϑαις τῆς ἐρήμου καὶ ἐν ταῖς αβαρκηνιν.
Verse: 8    
καὶ ἀνέβη ἐκεῖϑεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως, καὶ ἀπεκρίϑησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίϑησαν ἄνδρες Σοκχωϑ.
Verse: 9    
καὶ εἶπεν Γεδεων πρὸς ἄνδρας Φανουηλ ᾽Εν ἐπιστροϕῇ μου μετ' εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω.
Verse: 10    
καὶ Ζεβεε καὶ Σελμανα ἐν Καρκαρ, καὶ παρεμβολὴ αὐτῶν μετ' αὐτῶν ὡσεὶ δέκα πέντε χιλιάδες, πάντες οἱ καταλελειμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοϕύλων, καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομϕαίαν.
Verse: 11    
καὶ ἀνέβη Γεδεων ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Ναβαι καὶ Ιεγεβαλ· καὶ ἐπάταξεν τὴν παρεμβολήν, καὶ παρεμβολὴ ἦν πεποιϑυῖα.
Verse: 12    
καὶ ἔϕυγον Ζεβεε καὶ Σελμανα, καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ, τὸν Ζεβεε καὶ τὸν Σελμανα, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησεν.
Verse: 13    
καὶ ἐπέστρεψεν Γεδεων υἱὸς Ιωας ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωϑεν τῆς παρατάξεως Αρες.
Verse: 14    
καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχωϑ καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων Σοκχωϑ καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας.
Verse: 15    
καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωϑ καὶ εἶπεν ᾽Ιδοὺ Ζεβεε καὶ Σελμανα, ἐν οἷς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζεβεε καὶ Σελμανα νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλείπουσιν ἄρτους;
Verse: 16    
καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνϑαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως.
Verse: 17    
καὶ τὸν πύργον Φανουηλ κατέστρεψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως.
Verse: 18    
καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σελμανα Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβωρ; καὶ εἶπαν ῾Ως σύ, ὣς αὐτοὶ εἰς ὁμοίωμα υἱοῦ βασιλέως.
Verse: 19    
καὶ εἶπεν Γεδεων ᾽Αδελϕοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῇ κύριος, εἰ ἐζωογονήκειτε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.
Verse: 20    
καὶ εἶπεν Ιεϑερ τῷ πρωτοτόκῳ αὐτοῦ ᾽Αναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομϕαίαν αὐτοῦ, ὅτι ἐϕοβήϑη, ὅτι ἔτι νεώτερος ἦν.
Verse: 21    
καὶ εἶπεν Ζεβεε καὶ Σελμανα ᾽Ανάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς δύναμίς σου. καὶ ἀνέστη Γεδεων καὶ ἀπέκτεινεν τὸν Ζεβεε καὶ τὸν Σελμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
Verse: 22    
Καὶ εἶπον ἀνὴρ Ισραηλ πρὸς Γεδεων Κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ υἱός σου, ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ.
Verse: 23    
καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει υἱός μου ἐν ὑμῖν· κύριος ἄρξει ὑμῶν.
Verse: 24    
καὶ εἶπεν Γεδεων πρὸς αὐτούς Αἰτήσομαι παρ' ὑμῶν αἴτημα καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι Ισμαηλῖται ἦσαν.
Verse: 25    
καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ.
Verse: 26    
καὶ ἐγένετο σταϑμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾔτησεν, χίλιοι καὶ πεντακόσιοι χρυσοῖ πάρεξ τῶν μηνίσκων καὶ τῶν στραγγαλίδων καὶ τῶν ἱματίων καὶ πορϕυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιαμ καὶ ἐκτὸς τῶν περιϑεμάτων, ἦν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
Verse: 27    
καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εϕωϑ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Εϕραϑα· καὶ ἐξεπόρνευσεν πᾶς Ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον.
Verse: 28    
καὶ συνεστάλη Μαδιαμ ἐνώπιον υἱῶν Ισραηλ καὶ οὐ προσέϑηκαν ἆραι κεϕαλὴν αὐτῶν. καὶ ἡσύχασεν γῆ τεσσαράκοντα ἔτη ἐν ἡμέραις Γεδεων.
Verse: 29    
καὶ ἐπορεύϑη Ιεροβααλ υἱὸς Ιωας καὶ ἐκάϑισεν ἐν οἴκῳ αὐτοῦ.
Verse: 30    
καὶ τῷ Γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.
Verse: 31    
καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχεμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔϑηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ.
Verse: 32    
καὶ ἀπέϑανεν Γεδεων υἱὸς Ιωας ἐν πόλει αὐτοῦ καὶ ἐτάϕη ἐν τῷ τάϕῳ Ιωας τοῦ πατρὸς αὐτοῦ ἐν Εϕραϑα Αβιεσδρι.
Verse: 33    
Καὶ ἐγένετο καϑὼς ἀπέϑανεν Γεδεων, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔϑηκαν ἑαυτοῖς τῷ Βααλ διαϑήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς ϑεόν.
Verse: 34    
καὶ οὐκ ἐμνήσϑησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ ϑεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν ϑλιβόντων αὐτοὺς κυκλόϑεν.
Verse: 35    
καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ [αὐτός ἐστιν Γεδεων] κατὰ πάντα τὰ ἀγαϑά, ἐποίησεν μετὰ Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.