TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 235
Previous part

Chapter: 21 
Verse: 1    Καὶ ἀνὴρ Ισραηλ ὤμοσεν ἐν Μασσηϕα λέγων ᾽Ανὴρ ἐξ ἡμῶν οὐ δώσει τὴν ϑυγατέρα αὐτοῦ τῷ Βενιαμιν εἰς γυναῖκα.
Verse: 2    
καὶ παρεγένοντο πᾶς λαὸς εἰς Μασσηϕα καὶ Βαιϑηλ καὶ ἐκάϑισαν ἐκεῖ ἕως ἑσπέρας ἐνώπιον τοῦ ϑεοῦ καὶ ἐπῆραν τὴν ϕωνὴν αὐτῶν καὶ ἔκλαυσαν κλαυϑμὸν μέγαν
Verse: 3    
καὶ εἶπαν ῞Ινα τί, κύριε ϑεὸς Ισραηλ, ἐγενήϑη αὕτη ἐν τῷ Ισραηλ, τοῦ ἐπισκεπῆναι σήμερον ἐν τῷ Ισραηλ ϕυλὴν μίαν;
Verse: 4    
καὶ ἐγένετο ἐν τῇ ἐπαύριον καὶ ὤρϑρισεν λαὸς καὶ ᾠκοδόμησαν ἐκεῖ ϑυσιαστήριον καὶ ἀνήνεγκαν ὁλοκαυτώματα σωτηρίου.
Verse: 5    
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ Τίς μὴ ἀναβὰς ἐν τῇ ἐκκλησίᾳ ἐκ πασῶν ϕυλῶν Ισραηλ πρὸς κύριον; ὅτι ὅρκος μέγας ἦν τῷ μὴ ἀναβάντι πρὸς κύριον εἰς Μασσηϕα λέγοντες Θανάτῳ ἀποϑανεῖται.
Verse: 6    
καὶ παρεκλήϑησαν οἱ υἱοὶ Ισραηλ περὶ Βενιαμιν τοῦ ἀδελϕοῦ αὐτῶν καὶ εἶπαν ᾽Αϕῄρηται σήμερον ϕυλὴ μία ἐξ Ισραηλ·
Verse: 7    
τί ποιήσωμεν αὐτοῖς τοῖς ὑπολειϕϑεῖσιν εἰς γυναῖκας; καὶ ἡμεῖς ὠμόσαμεν ἐν κυρίῳ τοῦ μὴ δοῦναι αὐτοῖς ἀπὸ τῶν ϑυγατέρων ἡμῶν εἰς γυναῖκας.
Verse: 8    
καὶ εἶπαν Τίς μία τῶν ϕυλῶν Ισραηλ, ἥτις οὐκ ἀνέβη πρὸς κύριον εἰς Μασσηϕα; καὶ ἰδοὺ οὐκ ἦλϑεν ἀνὴρ εἰς τὴν παρεμβολὴν ἀπὸ Ιαβις Γαλααδ εἰς τὴν ἐκκλησίαν.
Verse: 9    
καὶ ἐπεσκέπη λαός, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ.
Verse: 10    
καὶ ἀπέστειλαν ἐκεῖ συναγωγὴ δώδεκα χιλιάδας ἀνδρῶν ἀπὸ τῶν υἱῶν τῆς δυνάμεως καὶ ἐνετείλαντο αὐτοῖς λέγοντες Πορεύϑητε καὶ πατάξατε πάντας τοὺς κατοικοῦντας Ιαβις Γαλααδ ἐν στόματι ῥομϕαίας καὶ τὰς γυναῖκας καὶ τὸν λαόν.
Verse: 11    
καὶ οὗτος λόγος, ὃν ποιήσετε· πᾶν ἀρσενικὸν καὶ πᾶσαν γυναῖκα γινώσκουσαν κοίτην ἄρσενος ἀναϑεματιεῖτε.
Verse: 12    
καὶ εὗρον ἀπὸ τῶν κατοικούντων Ιαβις Γαλααδ τετρακοσίας νεάνιδας παρϑένους, αἳ οὐκ ἔγνωσαν ἄνδρα εἰς κοίτην ἄρσενος, καὶ ἦγον αὐτὰς εἰς τὴν παρεμβολὴν εἰς Σηλω, ἐστιν ἐν γῇ Χανααν.
Verse: 13    
καὶ ἀπέστειλεν πᾶσα συναγωγὴ καὶ ἐλάλησαν πρὸς Βενιαμιν τὸν ἐν τῇ πέτρᾳ Ρεμμων καὶ ἐκάλεσαν αὐτοὺς εἰς εἰρήνην.
Verse: 14    
καὶ ἀπέστρεψεν Βενιαμιν πρὸς τοὺς υἱοὺς Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἔδωκαν αὐτοῖς τὰς γυναῖκας, αἵτινες ἦσαν ἐκ τῶν γυναικῶν Ιαβις Γαλααδ· καὶ ἤρεσεν αὐτοῖς οὕτως.
Verse: 15    
Καὶ λαὸς παρεκλήϑη τῷ Βενιαμιν, ὅτι ἐποίησεν κύριος διακοπὴν ἐν ταῖς ϕυλαῖς Ισραηλ.
Verse: 16    
καὶ εἶπαν οἱ πρεσβύτεροι τῆς συναγωγῆς Τί ποιήσωμεν τοῖς ἐπιλοίποις εἰς γυναῖκας; ὅτι ἠϕάνισται ἐκ τοῦ Βενιαμιν γυνή.
Verse: 17    
καὶ εἶπαν Κληρονομία διασεσῳσμένη τῷ Βενιαμιν, καὶ οὐ μὴ ἐξαλειϕϑῇ ϕυλὴ ἐξ Ισραηλ·
Verse: 18    
καὶ ἡμεῖς οὐ δυνησόμεϑα δοῦναι αὐτοῖς γυναῖκας ἀπὸ τῶν ϑυγατέρων ἡμῶν, ὅτι ὠμόσαμεν οἱ υἱοὶ Ισραηλ λέγοντες ᾽Επικατάρατος διδοὺς γυναῖκα τῷ Βενιαμιν.
Verse: 19    
καὶ εἶπαν ῾Εορτὴ τῷ κυρίῳ ἐν Σηλω ἀϕ' ἡμερῶν εἰς ἡμέρας, ἐστιν ἀπὸ βορρᾶ τῆς Βαιϑηλ κατ' ἀνατολὰς ἡλίου ἐν τῇ ὁδῷ τῇ ἀναβαινούσῃ ἐκ Βαιϑηλ εἰς Σικιμα καὶ ἀπὸ νότου τοῦ Λιβάνου τῆς Λεβωνα.
Verse: 20    
καὶ ἐνετείλαντο τοῖς υἱοῖς Βενιαμιν λέγοντες Διέλϑατε καὶ ἐνεδρεύσατε ἐν τοῖς ἀμπελῶσιν·
Verse: 21    
καὶ ὄψεσϑε καὶ ἰδοὺ ὡς ἂν ἐξέλϑωσιν αἱ ϑυγατέρες τῶν κατοικούντων Σηλω ἐν Σηλω χορεῦσαι ἐν χοροῖς, καὶ ἐξελεύσεσϑε ἀπὸ τῶν ἀμπελώνων καὶ ἁρπάσετε ἀνὴρ ἑαυτῷ γυναῖκα ἀπὸ τῶν ϑυγατέρων Σηλω καὶ ἀπελεύσεσϑε εἰς γῆν Βενιαμιν.
Verse: 22    
καὶ ἔσται ὅταν ἔλϑωσιν οἱ πατέρες αὐτῶν οἱ ἀδελϕοὶ αὐτῶν κρίνεσϑαι πρὸς ὑμᾶς, καὶ ἐροῦμεν πρὸς αὐτούς ᾽Ελεήσατε αὐτούς, ὅτι οὐκ ἔλαβον ἀνὴρ γυναῖκα αὐτοῦ ἐν τῷ πολέμῳ· οὐ γὰρ ὑμεῖς δεδώκατε αὐτοῖς· κατὰ τὸν καιρὸν ἐπλημμελήσατε.
Verse: 23    
καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Βενιαμιν καὶ ἔλαβον γυναῖκας κατὰ τὸν ἀριϑμὸν αὐτῶν ἀπὸ τῶν χορευουσῶν, ἃς διήρπασαν· καὶ ἀπῆλϑον καὶ ἀπέστρεψαν ἐπὶ τὴν κληρονομίαν αὐτῶν καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλεις καὶ κατῴκησαν ἐν αὐταῖς.
Verse: 24    
καὶ περιεπάτησαν ἐκεῖϑεν οἱ υἱοὶ Ισραηλ ἐν τῷ καιρῷ ἐκείνῳ, ἀνὴρ εἰς τὴν ϕυλὴν αὐτοῦ καὶ εἰς τὴν συγγένειαν αὐτοῦ, καὶ ἀπῆλϑον ἐκεῖϑεν, ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ.
Verse: 25    
ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ· ἀνὴρ ἕκαστος τὸ εὐϑὲς ἐν ὀϕϑαλμοῖς αὐτοῦ ἐποίει. //




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.