TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 232
Previous part

Chapter: 18 
Verse: 1    ᾽Εν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ισραηλ. καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἐζήτει ϕυλὴ τοῦ Δαν ἑαυτῇ κληρονομίαν τοῦ κατοικεῖν, ὅτι οὐκ ἔπεσεν αὐτῇ ἕως τῶν ἡμερῶν ἐκείνων ἐν μέσῳ ϕυλῶν Ισραηλ κληρονομία.
Verse: 2    
καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Δαν ἐκ τῶν συγγενειῶν αὐτῶν πέντε ἄνδρας ἀπὸ μέρους αὐτῶν υἱοὺς δυνάμεως ἐκ Σαραα καὶ Εσϑαολ τοῦ κατασκέψασϑαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτὴν καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσϑε καὶ ἐξεραυνήσατε τὴν γῆν. καὶ παρεγένοντο εἰς ὄρος Εϕραιμ ἕως οἴκου Μιχα καὶ κατέπαυσαν ἐκεῖ.
Verse: 3    
αὐτῶν ὄντων παρὰ τῷ οἴκῳ Μιχα καὶ αὐτοὶ ἐπέγνωσαν τὴν ϕωνὴν τοῦ παιδαρίου τοῦ νεωτέρου τοῦ Λευίτου καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ Τίς ἤγαγέν σε ὧδε, καὶ τί ποιεῖς ἐνταῦϑα, καὶ τί σοί ἐστιν ὧδε;
Verse: 4    
καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μιχα καὶ ἐμισϑώσατό με, καὶ ἐγενήϑην αὐτῷ εἰς ἱερέα.
Verse: 5    
καὶ εἶπαν αὐτῷ ᾽Επερώτησον δὴ ἐν τῷ ϑεῷ, καὶ γνωσόμεϑα εἰ κατευοδοῖ ὁδὸς ἡμῶν, ἣν ἡμεῖς πορευόμεϑα ἐπ' αὐτήν.
Verse: 6    
καὶ εἶπεν αὐτοῖς ἱερεύς Πορεύεσϑε εἰς εἰρήνην· ἐνώπιον κυρίου ὁδὸς ὑμῶν, καϑ' ἣν ὑμεῖς πορεύεσϑε ἐν αὐτῇ.
Verse: 7    
καὶ ἐπορεύϑησαν οἱ πέντε ἄνδρες καὶ παρεγένοντο εἰς Λαισα· καὶ εἶδον τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ καϑήμενον ἐν ἐλπίδι κατὰ τὴν σύγκρισιν τῶν Σιδωνίων, ἡσυχάζοντας ἐν ἐλπίδι καὶ μὴ δυναμένους λαλῆσαι ῥῆμα, ὅτι μακράν εἰσιν ἀπὸ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας.
Verse: 8    
καὶ παρεγένοντο οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελϕοὺς αὐτῶν εἰς Σαραα καὶ Εσϑαολ, καὶ ἔλεγον αὐτοῖς οἱ ἀδελϕοὶ αὐτῶν Τί ὑμεῖς κάϑησϑε;
Verse: 9    
καὶ εἶπαν ᾽Ανάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτούς· ὅτι εἰσήλϑαμεν καὶ ἐνεπεριεπατήσαμεν ἐν τῇ γῇ ἕως Λαισα καὶ εἴδομεν τὸν λαὸν τὸν κατοικοῦντα ἐν αὐτῇ ἐν ἐλπίδι κατὰ τὸ σύγκριμα τῶν Σιδωνίων, καὶ μακρὰν ἀπέχοντες ἐκ Σιδῶνος, καὶ λόγος οὐκ ἦν αὐτοῖς μετὰ Συρίας· ἀλλὰ ἀνάστητε καὶ ἀναβῶμεν ἐπ' αὐτούς, ὅτι εὑρήκαμεν τὴν γῆν καὶ ἰδοὺ ἀγαϑὴ σϕόδρα. καὶ ὑμεῖς σιωπᾶτε; μὴ ὀκνήσητε τοῦ πορευϑῆναι τοῦ ἐλϑεῖν καὶ κατακληρονομῆσαι τὴν γῆν.
Verse: 10    
ἡνίκα ἂν εἰσέλϑητε, ἥξετε πρὸς λαὸν πεποιϑότα, καὶ γῆ εὐρύχωρος, ὅτι παρέδωκεν αὐτὴν ϑεὸς ἐν χειρὶ ὑμῶν, τόπος, οὗ οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος, ὅσα ἐν τῇ γῇ.
Verse: 11    
Καὶ ἀπῆραν ἐκ συγγενείας τοῦ Δαν ἐκ Σαραα καὶ Εσϑαολ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικά.
Verse: 12    
καὶ ἀνέβησαν καὶ παρενεβάλοσαν ἐν Καριαϑιαριμ ἐν Ιουδα· διὰ τοῦτο ἐκλήϑη τῷ τόπῳ ἐκείνῳ Παρεμβολὴ Δαν ἕως τῆς ἡμέρας ταύτης, ἰδοὺ κατόπισϑεν Καριαϑιαριμ.
Verse: 13    
παρῆλϑαν ἐκεῖϑεν καὶ ἦλϑαν ἕως τοῦ ὄρους Εϕραιμ καὶ ἦλϑον ἕως οἴκου Μιχα.
Verse: 14    
καὶ ἀπεκρίϑησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασϑαι τὴν γῆν καὶ εἶπαν πρὸς τοὺς ἀδελϕοὺς αὐτῶν Εἰ οἴδατε ὅτι ἐν τοῖς οἴκοις τούτοις εϕουδ καὶ ϑεραϕιν καὶ γλυπτὸν καὶ χωνευτόν; καὶ νῦν γνῶτε τί ποιήσετε.
Verse: 15    
καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσήλϑοσαν εἰς τὸν οἶκον τοῦ παιδαρίου τοῦ Λευίτου εἰς τὸν οἶκον Μιχα καὶ ἠσπάσαντο αὐτόν.
Verse: 16    
καὶ οἱ ἑξακόσιοι ἄνδρες περιεζωσμένοι σκεύη πολεμικὰ ἐστηλωμένοι παρὰ τὴν ϑύραν τοῦ πυλῶνος, οἱ ἐκ τῶν υἱῶν Δαν.
Verse: 17    
καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευόμενοι κατασκέψασϑαι τὴν γῆν· ἐπελϑόντες ἐκεῖ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εϕουδ καὶ τὸ ϑεραϕιν καὶ τὸ χωνευτόν, καὶ ἱερεὺς ἐστηλωμένος παρὰ τῇ ϑύρᾳ τοῦ πυλῶνος καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ περιεζωσμένοι σκεύη πολεμικά.
Verse: 18    
καὶ οὗτοι εἰσῆλϑον εἰς οἶκον Μιχα καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ εϕουδ καὶ τὸ ϑεραϕιν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ἱερεύς Τί ὑμεῖς ποιεῖτε;
Verse: 19    
καὶ εἶπαν πρὸς αὐτόν Κώϕευσον, ἐπίϑες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου καὶ ἐλϑὲ μεϑ' ἡμῶν, καὶ ἔσῃ ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ βέλτιον εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνὸς γίνεσϑαί σε ἱερέα ϕυλῆς καὶ συγγενείας ἐν Ισραηλ;
Verse: 20    
καὶ ἠγαϑύνϑη καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ εϕουδ καὶ τὸ ϑεραϕιν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτὸν καὶ εἰσῆλϑεν ἐν μέσῳ τοῦ λαοῦ.
Verse: 21    
καὶ ἐπέστρεψαν καὶ ἀπῆλϑαν· καὶ ἔταξαν τὴν πανοικίαν καὶ τὴν κτῆσιν αὐτοῦ τὴν ἔνδοξον ἔμπροσϑεν αὐτῶν.
Verse: 22    
αὐτῶν δὲ μεμακρυγκότων ἀπὸ τοῦ οἴκου Μιχα καὶ ἰδοὺ Μιχα καὶ οἱ ἄνδρες οἱ σὺν τῷ οἴκῳ μετὰ Μιχα ἔκραζον κατοπίσω υἱῶν Δαν.
Verse: 23    
καὶ ἐπέστρεψαν οἱ υἱοὶ Δαν τὰ πρόσωπα αὐτῶν καὶ εἶπαν πρὸς Μιχα Τί ἐστίν σοι, ὅτι ἔκραξας;
Verse: 24    
καὶ εἶπεν Μιχα ῞Οτι τὸ γλυπτόν μου, ἐποίησα ἐμαυτῷ, ἐλάβετε καὶ τὸν ἱερέα καὶ ἀπήλϑατε· καὶ τί ἐμοὶ ἔτι; καὶ τί τοῦτο λέγετέ μοι Τί τοῦτο κράζεις;
Verse: 25    
καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δαν Μὴ ἀκουσϑήτω δὴ ϕωνή σου μεϑ' ἡμῶν, μήποτε ἀπαντήσωσιν ὑμῖν ἄνδρες κατώδυνοι ψυχῇ, καὶ προσϑήσεις τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ οἴκου σου.
Verse: 26    
καὶ ἐπορεύϑησαν οἱ υἱοὶ Δαν εἰς τὴν ὁδὸν αὐτῶν· καὶ εἶδεν Μιχα ὅτι ἰσχυρότεροί εἰσιν αὐτοῦ, καὶ ἐξένευσεν καὶ ἀνέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ.
Verse: 27    
Καὶ αὐτοὶ ἔλαβον ὅσα ἐποίησεν Μιχα, καὶ τὸν ἱερέα, ὃς ἦν αὐτῷ, καὶ ἦλϑον ἕως Λαισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιϑότα καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομϕαίας καὶ τὴν πόλιν ἐνέπρησαν·
Verse: 28    
καὶ οὐκ ἔστιν ἐξαιρούμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνϑρώπων, καὶ αὐτὴ ἐν κοιλάδι, ἐστιν τοῦ οἴκου Ροωβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατῴκησαν ἐν αὐτῇ
Verse: 29    
καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δαν κατὰ τὸ ὄνομα τοῦ πατρὸς αὐτῶν, ὃς ἐγενήϑη τῷ Ισραηλ· καὶ ἦν Λαις ὄνομα τῇ πόλει τὸ πρότερον.
Verse: 30    
καὶ ἀνέστησαν ἑαυτοῖς οἱ υἱοὶ τοῦ Δαν τὸ γλυπτὸν Μιχα· καὶ Ιωναϑαν υἱὸς Γηρσωμ υἱοῦ Μωυσῆ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ ϕυλῇ Δαν ἕως τῆς ἡμέρας τῆς μετοικεσίας τῆς γῆς.
Verse: 31    
καὶ ἔταξαν ἑαυτοῖς τὸ γλυπτὸν Μιχα, ἐποίησεν, πάσας τὰς ἡμέρας, ὅσας ἦν οἶκος τοῦ ϑεοῦ ἐν Σηλω.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.