TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 224
Previous part

Chapter: 10 
Verse: 1    Καὶ ἀνέστη μετὰ Αβιμελεχ τοῦ σῶσαι τὸν Ισραηλ Θωλα υἱὸς Φουα υἱὸς πατραδέλϕου αὐτοῦ ἀνὴρ Ισσαχαρ, καὶ αὐτὸς κατῴκει ἐν Σαμαρείᾳ ἐν ὄρει Εϕραιμ.
Verse: 2    
καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ τρία ἔτη καὶ ἀπέϑανεν καὶ ἐτάϕη ἐν Σαμαρείᾳ.
Verse: 3    
Καὶ ἀνέστη μετ' αὐτὸν Ιαϊρ Γαλααδίτης καὶ ἔκρινεν τὸν Ισραηλ εἴκοσι καὶ δύο ἔτη.
Verse: 4    
καὶ ἐγένοντο αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβεβηκότες ἐπὶ τριάκοντα καὶ δύο πώλους· καὶ τριάκοντα καὶ δύο πόλεις αὐτοῖς, καὶ ἐκάλεσεν αὐτὰς ᾽Επαύλεις Ιαϊρ ἕως τῆς ἡμέρας ταύτης, αἵ εἰσιν ἐν τῇ γῇ Γαλααδ.
Verse: 5    
καὶ ἀπέϑανεν Ιαϊρ καὶ ἐτάϕη ἐν Ραμμω.
Verse: 6    
Καὶ προσέϑεντο οἱ υἱοὶ Ισραηλ ποιῆσαι τὸ πονηρὸν ἔναντι κυρίου καὶ ἐλάτρευσαν ταῖς Βααλιμ καὶ ταῖς Ασταρωϑ καὶ τοῖς ϑεοῖς Σιδῶνος καὶ τοῖς ϑεοῖς Μωαβ καὶ τοῖς ϑεοῖς υἱῶν Αμμων καὶ τοῖς ϑεοῖς τῶν ἀλλοϕύλων καὶ ἐγκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ.
Verse: 7    
καὶ ἐϑυμώϑη ὀργῇ κύριος ἐν τῷ Ισραηλ καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ ἀλλοϕύλων καὶ ἐν χειρὶ υἱῶν Αμμων.
Verse: 8    
καὶ ἐσάϑρωσαν καὶ ἔϑλασαν τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ὀκτωκαίδεκα ἔτη, πάντας τοὺς υἱοὺς Ισραηλ ἐν τῷ πέραν τοῦ Ιορδάνου ἐν τῇ γῇ τοῦ Αμορραίου ἐν τῇ Γαλααδίτιδι.
Verse: 9    
καὶ διέβησαν οἱ υἱοὶ Αμμων τὸν Ιορδάνην ἐκπολεμῆσαι καὶ ἐν τῷ Ιουδα καὶ Βενιαμιν καὶ ἐν τῷ οἴκῳ Εϕραιμ, καὶ ἐϑλίβησαν οἱ υἱοὶ Ισραηλ σϕόδρα.
Verse: 10    
καὶ ἐκέκραξαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον λέγοντες ῾Ημάρτομέν σοι, ὅτι ἐγκατελίπομεν τὸν ϑεὸν ἡμῶν καὶ ἐλατρεύσαμεν ταῖς Βααλιμ.
Verse: 11    
καὶ εἶπεν κύριος πρὸς τοὺς υἱοὺς Ισραηλ Οὐχὶ οἱ Αἰγύπτιοι καὶ οἱ Αμορραῖοι καὶ οἱ υἱοὶ Αμμων καὶ Μωαβ καὶ οἱ ἀλλόϕυλοι
Verse: 12    
καὶ Σιδώνιοι καὶ Μαδιαμ καὶ Αμαληκ ἐξέϑλιψαν ὑμᾶς; καὶ ἐκεκράξατε πρός με, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν.
Verse: 13    
καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐλατρεύσατε ϑεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσϑήσω τοῦ σῶσαι ὑμᾶς.
Verse: 14    
βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς ϑεούς, οὓς ἐξελέξασϑε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ ϑλίψεως ὑμῶν.
Verse: 15    
καὶ εἶπαν οἱ υἱοὶ Ισραηλ πρὸς κύριον ῾Ημάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πάντα, ὅσα ἂν ἀρέσκῃ ἐνώπιόν σου, πλήν, κύριε, ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ.
Verse: 16    
καὶ μετέστησαν τοὺς ϑεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν καὶ ἐλάτρευσαν τῷ κυρίῳ· καὶ οὐκ εὐηρέστησεν ἐν τῷ λαῷ, καὶ ὠλιγοψύχησεν ἐν τῷ κόπῳ Ισραηλ.
Verse: 17    
Καὶ ἀνέβησαν οἱ υἱοὶ Αμμων καὶ παρενέβαλον ἐν Γαλααδ, καὶ ἐξῆλϑον οἱ υἱοὶ Ισραηλ καὶ παρενέβαλον ἐν τῇ Μασσηϕα.
Verse: 18    
καὶ εἶπον οἱ ἄρχοντες τοῦ λαοῦ Γαλααδ ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ἀνήρ, ὃς ἄρξεται πολεμῆσαι ἐν τοῖς υἱοῖς Αμμων; καὶ ἔσται εἰς κεϕαλὴν πᾶσιν τοῖς κατοικοῦσιν Γαλααδ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.