TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 222
Previous part

Chapter: 8 
Verse: 1    καὶ εἶπεν πρὸς αὐτὸν ἀνὴρ Εϕραιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς, ὅτε ἐξεπορεύου πολεμῆσαι ἐν τῇ Μαδιαμ; καὶ ἐκρίνοντο μετ' αὐτοῦ κραταιῶς.
Verse: 2    
καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καϑὼς ὑμεῖς; οὐχὶ κρείττω ἐπιϕυλλίδες Εϕραιμ τρυγητὸς Αβιεζερ;
Verse: 3    
ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιαμ, τὸν Ωρηβ καὶ τὸν Ζηβ· καὶ τί ἠδυνάσϑην ποιῆσαι καϑὼς ὑμεῖς; καὶ κατέπαυσαν. τότε ἀνῆκε τὸ πνεῦμα αὐτῶν ἀπ' αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.
Verse: 4    
Καὶ ἦλϑεν Γεδεων ἐπὶ τὸν Ιορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες μετ' αὐτοῦ ὀλιγοψυχοῦντες καὶ πεινῶντες.
Verse: 5    
καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχωϑ Δότε δὴ ἄρτους τῷ λαῷ τῷ μετ' ἐμοῦ, ὅτι πεινῶσιν, ἐγὼ δὲ διώκω ὀπίσω Ζεβεε καὶ Σαλμανα βασιλέων Μαδιαμ.
Verse: 6    
καὶ εἶπαν οἱ ἄρχοντες Σοκχωϑ Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τῇ στρατιᾷ σου ἄρτους;
Verse: 7    
καὶ εἶπεν Γεδεων Οὐχ οὕτως· ἐν τῷ δοῦναι κύριον τὸν Ζεβεε καὶ Σαλμανα ἐν τῇ χειρί μου καὶ καταξανῶ τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνϑαις τῆς ἐρήμου καὶ ἐν ταῖς βαρκοννιμ.
Verse: 8    
καὶ ἀνέβη ἐκεῖϑεν εἰς Φανουηλ καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ ταῦτα, καὶ ἀπεκρίϑησαν αὐτῷ οἱ ἄνδρες Φανουηλ ὃν τρόπον ἀπεκρίϑησαν αὐτῷ οἱ ἄνδρες Σοκχωϑ.
Verse: 9    
καὶ εἶπεν τοῖς ἀνδράσιν Φανουηλ λέγων ᾽Εν τῷ ἐπιστρέϕειν με μετ' εἰρήνης κατασκάψω τὸν πύργον τοῦτον.
Verse: 10    
καὶ Ζεβεε καὶ Σαλμανα ἐν Καρκαρ, καὶ παρεμβολὴ αὐτῶν μετ' αὐτῶν ὡσεὶ πεντεκαίδεκα χιλιάδες, οἱ καταλειϕϑέντες ἐν πάσῃ παρεμβολῇ υἱῶν ἀνατολῶν, καὶ οἱ πεπτωκότες ἦσαν ἑκατὸν καὶ εἴκοσι χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομϕαίαν.
Verse: 11    
καὶ ἀνέβη Γεδεων ὁδὸν κατοικούντων ἐν σκηναῖς ἀνατολῶν τῆς Ναβεϑ ἐξ ἐναντίας Ζεβεε· καὶ ἐπάταξεν τὴν παρεμβολήν, δὲ παρεμβολὴ ἦν πεποιϑυῖα.
Verse: 12    
καὶ ἔϕυγεν Ζεβεε καὶ Σαλμανα, καὶ ἐδίωξεν ὀπίσω αὐτῶν καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιαμ, τὸν Ζεβεε καὶ τὸν Σαλμανα, καὶ πᾶσαν τὴν παρεμβολὴν αὐτῶν ἐξέτριψεν.
Verse: 13    
καὶ ἀνέστρεψεν Γεδεων υἱὸς Ιωας ἐκ τοῦ πολέμου ἀπὸ ἀναβάσεως Αρες.
Verse: 14    
καὶ συνέλαβον παιδάριον ἐκ τῶν ἀνδρῶν Σοκχωϑ, καὶ ἐπηρώτησεν αὐτόν, καὶ ἀπεγράψατο πρὸς αὐτοὺς τοὺς ἄρχοντας Σοκχωϑ καὶ τοὺς πρεσβυτέρους αὐτῆς, ἑβδομήκοντα ἑπτὰ ἄνδρας.
Verse: 15    
καὶ παρεγένετο Γεδεων πρὸς τοὺς ἄρχοντας Σοκχωϑ καὶ εἶπεν αὐτοῖς ᾽Ιδοὺ Ζεβεε καὶ Σαλμανα, δι' οὓς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζεβεε καὶ Σαλμανα νῦν ἐν τῇ χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν σου τοῖς ἐκλελυμένοις ἄρτους;
Verse: 16    
καὶ ἔλαβεν τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους τῆς πόλεως καὶ κατέξανεν αὐτοὺς ἐν ταῖς ἀκάνϑαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνιμ καὶ κατέξανεν ἐν αὐτοῖς ἄνδρας Σοκχωϑ.
Verse: 17    
καὶ τὸν πύργον Φανουηλ κατέσκαψεν καὶ ἀπέκτεινεν τοὺς ἄνδρας τῆς πόλεως.
Verse: 18    
καὶ εἶπεν πρὸς Ζεβεε καὶ Σαλμανα Ποῦ οἱ ἄνδρες, οὓς ἀπεκτείνατε ἐν Θαβωρ; καὶ εἶπαν ῾Ωσεὶ σύ, ὅμοιος σοί, ὅμοιος αὐτῶν, ὡς εἶδος μορϕὴ υἱῶν βασιλέων.
Verse: 19    
καὶ εἶπεν Γεδεων ᾽Αδελϕοί μου καὶ υἱοὶ τῆς μητρός μού εἰσιν. καὶ ὤμοσεν αὐτοῖς Ζῇ κύριος, εἰ ἐζωογονήσατε αὐτούς, οὐκ ἂν ἀπέκτεινα ὑμᾶς.
Verse: 20    
καὶ εἶπεν τῷ Ιεϑερ τῷ πρωτοτόκῳ αὐτοῦ ᾽Αναστὰς ἀπόκτεινον αὐτούς· καὶ οὐκ ἔσπασεν τὸ παιδάριον αὐτοῦ τὴν μάχαιραν αὐτοῦ, ὅτι ἐϕοβήϑη, ὅτι ἦν νεώτερος.
Verse: 21    
καὶ εἶπεν Ζεβεε καὶ Σαλμανα ᾽Ανάστα δὴ σὺ καὶ ἀπάντησον ἡμῖν, ὅτι ὡς ἀνὴρ δύναμις αὐτοῦ. καὶ ἀνέστη Γεδεων καὶ ἀνεῖλεν τὸν Ζεβεε καὶ τὸν Σαλμανα καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
Verse: 22    
Καὶ εἶπεν ἀνὴρ Ισραηλ πρὸς Γεδεων ῎Αρχε ἐν ἡμῖν σὺ καὶ οἱ υἱοί σου, ὅτι σέσωκας ἡμᾶς ἐκ χειρὸς Μαδιαμ.
Verse: 23    
καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Οὐκ ἄρξω ἐγὼ ὑμῶν, καὶ οὐκ ἄρξει υἱός μου ὑμῶν· κύριος ἄρξει ὑμῶν.
Verse: 24    
καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεων Αἰτήσομαι παρ' ὑμῶν αἴτησιν καὶ δότε μοι ἀνὴρ ἐνώτιον τῶν σκύλων αὐτοῦ· ὅτι ἐνώτια χρυσᾶ πολλὰ ἦν αὐτοῖς, ὅτι Ισμαηλῖται ἦσαν.
Verse: 25    
καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔρριψεν ἐκεῖ ἀνὴρ ἐνώτιον χρυσοῦν τῶν σκύλων αὐτοῦ.
Verse: 26    
καὶ ἐγενήϑη σταϑμὸς τῶν ἐνωτίων τῶν χρυσῶν, ὧν ᾐτήσατο, σίκλοι χίλιοι καὶ ἑπτακόσιοι χρυσοῦ πλὴν τῶν σιρώνων καὶ τῶν ὁρμίσκων ενϕωϑ καὶ τῶν περιβολαίων τῶν πορϕυρῶν τῶν ἐπὶ τοῖς βασιλεῦσιν Μαδιαμ καὶ πλὴν τῶν κλοιῶν τῶν χρυσῶν τῶν ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.
Verse: 27    
καὶ ἐποίησεν αὐτὸ Γεδεων εἰς εϕουδ καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ ἐν Εϕραϑα· καὶ ἐξεπόρνευσεν πᾶς Ισραηλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεων καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκάνδαλον.
Verse: 28    
καὶ ἐνετράπη Μαδιαμ ἐνώπιον υἱῶν Ισραηλ καὶ οὐ προσέϑεντο ἆραι κεϕαλὴν αὐτῶν. καὶ ἡσύχασεν γῆ ἔτη τεσσαράκοντα ἐν ἡμέραις Γεδεων.
Verse: 29    
καὶ ἐπορεύϑη Ιεροβααλ υἱὸς Ιωας καὶ κατῴκησεν ἐν τῷ οἴκῳ αὐτοῦ.
Verse: 30    
καὶ τῷ Γεδεων ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπορευόμενοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.
Verse: 31    
καὶ παλλακὴ αὐτοῦ ἐν Σικιμοις ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἐπέϑηκεν τὸ ὄνομα αὐτοῦ Αβιμελεχ.
Verse: 32    
καὶ ἀπέϑανεν Γεδεων υἱὸς Ιωας ἐν πολιᾷ ἀγαϑῇ καὶ ἐτάϕη ἐν τῷ τάϕῳ Ιωας τοῦ πατρὸς αὐτοῦ ἐν Εϕραϑα τατρὸς Αβιεζρι.
Verse: 33    
Καὶ ἐγενήϑη ὡς ἀπέϑανεν Γεδεων, καὶ ἀπεστράϕησαν οἱ υἱοὶ Ισραηλ καὶ ἐξεπόρνευσαν ὀπίσω τῶν Βααλιμ καὶ ἔϑεντο αὑτοῖς τὸν Βααλβεριϑ εἰς διαϑήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς ϑεόν.
Verse: 34    
καὶ οὐκ ἐμνήσϑησαν οἱ υἱοὶ Ισραηλ κυρίου τοῦ ϑεοῦ αὐτῶν τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν ἐχϑρῶν αὐτῶν κυκλόϑεν.
Verse: 35    
καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ιεροβααλ Γεδεων κατὰ πᾶσαν τὴν ἀγαϑωσύνην, ἣν ἐποίησεν μετὰ Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.