TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 202
Previous part

Chapter: 15 
Verse: 1    Καὶ ἐγένετο τὰ ὅρια ϕυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα.
Verse: 2    
καὶ ἐγενήϑη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς ϑαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοϕιᾶς τῆς ϕερούσης ἐπὶ λίβα
Verse: 3    
καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς Καδης
Verse: 4    
καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως ϕάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν ϑάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός.
Verse: 5    
καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα ϑάλασσα ἁλυκὴ ἕως τοῦ Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοϕιᾶς τῆς ϑαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ιορδάνου·
Verse: 6    
ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιϑαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιϑαραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίϑον Βαιων υἱοῦ Ρουβην,
Verse: 7    
καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς ϕάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ, ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν, ἐστιν κατὰ λίβα τῇ ϕάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, καὶ ἔσται αὐτοῦ διέξοδος πηγὴ Ρωγηλ,
Verse: 8    
καὶ ἀναβαίνει τὰ ὅρια εἰς ϕάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυϕὴν ὄρους, ἐστιν κατὰ πρόσωπον ϕάραγγος Ονομ πρὸς ϑαλάσσης, ἐστιν ἐκ μέρους γῆς Ραϕαϊν ἐπὶ βορρᾶ,
Verse: 9    
καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυϕῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναϕϑω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εϕρων, καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ [αὕτη ἐστὶν πόλις Ιαριμ],
Verse: 10    
καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ ϑάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου, πόλιν Ιαριμ ἀπὸ βορρᾶ [αὕτη ἐστὶν Χασλων] καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα,
Verse: 11    
καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ, καὶ ἔσται διέξοδος τῶν ὁρίων ἐπὶ ϑάλασσαν.
Verse: 12    
καὶ τὰ ὅρια αὐτῶν ἀπὸ ϑαλάσσης· ϑάλασσα μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν.
Verse: 13    
καὶ τῷ Χαλεβ υἱῷ Ιεϕοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ ϑεοῦ, καὶ ἔδωκεν αὐτῷ ᾽Ιησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ [αὕτη ἐστὶν Χεβρων].
Verse: 14    
καὶ ἐξωλέϑρευσεν ἐκεῖϑεν Χαλεβ υἱὸς Ιεϕοννη τοὺς τρεῖς υἱοὺς Ενακ, τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα.
Verse: 15    
καὶ ἀνέβη ἐκεῖϑεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ· τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.
Verse: 16    
καὶ εἶπεν Χαλεβ ῝Ος ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Αχσαν ϑυγατέρα μου εἰς γυναῖκα.
Verse: 17    
καὶ ἔλαβεν αὐτὴν Γοϑονιηλ υἱὸς Κενεζ ἀδελϕὸς Χαλεβ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν ϑυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα.
Verse: 18    
καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσϑαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι;
Verse: 19    
καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με· δός μοι τὴν Γολαϑμαιν. καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαϑμαιν τὴν ἄνω καὶ τὴν Γολαϑμαιν τὴν κάτω.
Verse: 20    
αὕτη κληρονομία ϕυλῆς υἱῶν Ιουδα.
Verse: 21    
᾽Εγενήϑησαν δὲ αἱ πόλεις αὐτῶν· πόλις πρώτη ϕυλῆς υἱῶν Ιουδα ἐϕ' ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ
Verse: 22    
καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ
Verse: 23    
καὶ Καδης καὶ Ασοριωναιν
Verse: 24    
καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν
Verse: 25    
καὶ αἱ πόλεις Ασερων [αὕτη Ασωρ]
Verse: 26    
καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα
Verse: 27    
καὶ Σερι καὶ Βαιϕαλαδ
Verse: 28    
καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν,
Verse: 29    
Βαλα καὶ Βακωκ καὶ Ασομ
Verse: 30    
καὶ Ελβωυδαδ καὶ Βαιϑηλ καὶ Ερμα
Verse: 31    
καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεϑεννακ
Verse: 32    
καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωϑ, πόλεις κϑ' καὶ αἱ κῶμαι αὐτῶν.
Verse: 33    
᾽Εν τῇ πεδινῇ· Ασταωλ καὶ Ραα καὶ Ασσα
Verse: 34    
καὶ Ραμεν καὶ Τανω καὶ Ιλουϑωϑ καὶ Μαιανι
Verse: 35    
καὶ Ιερμουϑ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα
Verse: 36    
καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·
Verse: 37    
Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ
Verse: 38    
καὶ Δαλαλ καὶ Μασϕα καὶ Ιακαρεηλ
Verse: 39    
καὶ Λαχης καὶ Βασηδωϑ καὶ Ιδεαδαλεα
Verse: 40    
καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως
Verse: 41    
καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν, πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν·
Verse: 42    
Λεμνα καὶ Ιϑακ
Verse: 43    
καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ
Verse: 44    
καὶ Κεϊλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαϑησαρ καὶ Αιλων, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν·
Verse: 45    
Ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν·
Verse: 46    
ἀπὸ Ακκαρων Γεμνα καὶ πᾶσαι, ὅσαι εἰσὶν πλησίον Ασηδωϑ, καὶ αἱ κῶμαι αὐτῶν·
Verse: 47    
Ασιεδωϑ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ϑάλασσα μεγάλη διορίζει.
Verse: 48    
Καὶ ἐν τῇ ὀρεινῇ· Σαμιρ καὶ Ιεϑερ καὶ Σωχα
Verse: 49    
καὶ Ρεννα καὶ Πόλις γραμμάτων [αὕτη Δαβιρ]
Verse: 50    
καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ
Verse: 51    
καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
Verse: 52    
Αιρεμ καὶ Ρεμνα καὶ Σομα
Verse: 53    
καὶ Ιεμαϊν καὶ Βαιϑαχου καὶ Φακουα
Verse: 54    
καὶ Ευμα καὶ πόλις Αρβοκ [αὕτη ἐστὶν Χεβρων] καὶ Σωρϑ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν·
Verse: 55    
Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν
Verse: 56    
καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναϊμ
Verse: 57    
καὶ Γαβαα καὶ Θαμναϑα, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·
Verse: 58    
Αλουα καὶ Βαιϑσουρ καὶ Γεδδων
Verse: 59    
καὶ Μαγαρωϑ καὶ Βαιϑαναμ καὶ Θεκουμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν·
Verse: 59a    
Θεκω καὶ Εϕραϑα [αὕτη ἐστὶν Βαιϑλεεμ] καὶ Φαγωρ καὶ Αιταν καὶ Κουλον καὶ Ταταμ καὶ Εωβης καὶ Καρεμ καὶ Γαλεμ καὶ Θεϑηρ καὶ Μανοχω, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·
Verse: 60    
Καριαϑβααλ [αὕτη πόλις Ιαριμ] καὶ Σωϑηβα, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν·
Verse: 61    
καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα
Verse: 62    
καὶ Ναϕλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.
Verse: 63    
Καὶ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ, καὶ οὐκ ἠδυνάσϑησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.