TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 195
Previous part

Chapter: 8 
Verse: 1    Καὶ εἶπεν κύριος πρὸς ᾽Ιησοῦν Μὴ ϕοβηϑῇς μηδὲ δειλιάσῃς· λαβὲ μετὰ σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστὰς καὶ ἀναστὰς ἀνάβηϑι εἰς Γαι· ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαι καὶ τὴν γῆν αὐτοῦ.
Verse: 2    
καὶ ποιήσεις τὴν Γαι ὃν τρόπον ἐποίησας τὴν Ιεριχω καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεις σεαυτῷ. κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῇ πόλει εἰς τὰ ὀπίσω.
Verse: 3    
καὶ ἀνέστη ᾽Ιησοῦς καὶ πᾶς λαὸς πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαι. ἐπέλεξεν δὲ ᾽Ιησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύι καὶ ἀπέστειλεν αὐτοὺς νυκτός.
Verse: 4    
καὶ ἐνετείλατο αὐτοῖς λέγων ῾Υμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσϑε ἀπὸ τῆς πόλεως καὶ ἔσεσϑε πάντες ἕτοιμοι.
Verse: 5    
καὶ ἐγὼ καὶ πάντες οἱ μετ' ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὡς ἂν ἐξέλϑωσιν οἱ κατοικοῦντες Γαι εἰς συνάντησιν ἡμῖν καϑάπερ καὶ πρῴην, καὶ ϕευξόμεϑα ἀπὸ προσώπου αὐτῶν.
Verse: 6    
καὶ ὡς ἂν ἐξέλϑωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως· καὶ ἐροῦσιν Φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν ὃν τρόπον καὶ ἔμπροσϑεν.
Verse: 7    
ὑμεῖς δὲ ἐξαναστήσεσϑε ἐκ τῆς ἐνέδρας καὶ πορεύσεσϑε εἰς τὴν πόλιν.
Verse: 8    
κατὰ τὸ ῥῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν.
Verse: 9    
καὶ ἀπέστειλεν αὐτοὺς ᾽Ιησοῦς, καὶ ἐπορεύϑησαν εἰς τὴν ἐνέδραν καὶ ἐνεκάϑισαν ἀνὰ μέσον Βαιϑηλ καὶ ἀνὰ μέσον Γαι ἀπὸ ϑαλάσσης τῆς Γαι.
Verse: 10    
καὶ ὀρϑρίσας ᾽Ιησοῦς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτὸς καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γαι.
Verse: 11    
καὶ πᾶς λαὸς πολεμιστὴς μετ' αὐτοῦ ἀνέβησαν καὶ πορευόμενοι ἦλϑον ἐξ ἐναντίας τῆς πόλεως ἀπ' ἀνατολῶν,
Verse: 12    
καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ ϑαλάσσης.
Verse: 14    
καὶ ἐγένετο ὡς εἶδεν βασιλεὺς Γαι, ἔσπευσεν καὶ ἐξῆλϑεν εἰς συνάντησιν αὐτοῖς ἐπ' εὐϑείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς λαὸς μετ' αὐτοῦ, καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως.
Verse: 15    
καὶ εἶδεν καὶ ἀνεχώρησεν ᾽Ιησοῦς καὶ Ισραηλ ἀπὸ προσώπου αὐτῶν.
Verse: 16    
καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ισραηλ καὶ αὐτοὶ ἀπέστησαν ἀπὸ τῆς πόλεως·
Verse: 17    
οὐ κατελείϕϑη οὐϑεὶς ἐν τῇ Γαι, ὃς οὐ κατεδίωξεν ὀπίσω Ισραηλ· καὶ κατέλιπον τὴν πόλιν ἀνεῳγμένην καὶ κατεδίωξαν ὀπίσω Ισραηλ.
Verse: 18    
καὶ εἶπεν κύριος πρὸς ᾽Ιησοῦν ῎Εκτεινον τὴν χεῖρά σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν εἰς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν , καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν ᾽Ιησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαῖσον, ἐπὶ τὴν πόλιν,
Verse: 19    
καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλϑοσαν, ὅτε ἐξέτεινεν τὴν χεῖρα, καὶ ἤλϑοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτὴν καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί.
Verse: 20    
καὶ περιβλέψαντες οἱ κάτοικοι Γαι εἰς τὰ ὀπίσω αὐτῶν καὶ ἐϑεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκέτι εἶχον ποῦ ϕύγωσιν ὧδε ὧδε.
Verse: 21    
καὶ ᾽Ιησοῦς καὶ πᾶς Ισραηλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν καὶ ὅτι ἀνέβη καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν, καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαι.
Verse: 22    
καὶ οὗτοι ἐξήλϑοσαν ἐκ τῆς πόλεως εἰς συνάντησιν καὶ ἐγενήϑησαν ἀνὰ μέσον τῆς παρεμβολῆς, οὗτοι ἐντεῦϑεν καὶ οὗτοι ἐντεῦϑεν· καὶ ἐπάταξαν ἕως τοῦ μὴ καταλειϕϑῆναι αὐτῶν σεσωσμένον καὶ διαπεϕευγότα.
Verse: 23    
καὶ τὸν βασιλέα τῆς Γαι συνέλαβον ζῶντα καὶ προσήγαγον αὐτὸν πρὸς ᾽Ιησοῦν.
Verse: 24    
καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ισραηλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ Γαι τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως, οὗ κατεδίωξαν αὐτοὺς ἀπ' αὐτῆς εἰς τέλος, καὶ ἀπέστρεψεν ᾽Ιησοῦς εἰς Γαι καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομϕαίας.
Verse: 25    
καὶ ἐγενήϑησαν οἱ πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς δώδεκα χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γαι,
Verse: 27    
πλὴν τῶν κτηνῶν καὶ τῶν σκύλων τῶν ἐν τῇ πόλει, πάντα ἐπρονόμευσαν οἱ υἱοὶ Ισραηλ κατὰ πρόσταγμα κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ ᾽Ιησοῖ.
Verse: 28    
καὶ ἐνεπύρισεν ᾽Ιησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔϑηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης.
Verse: 29    
καὶ τὸν βασιλέα τῆς Γαι ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν ᾽Ιησοῦς καὶ καϑείλοσαν αὐτοῦ τὸ σῶμα ἀπὸ τοῦ ξύλου καὶ ἔρριψαν αὐτὸν εἰς τὸν βόϑρον καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίϑων ἕως τῆς ἡμέρας ταύτης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.