TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 175
Previous part

Chapter: 22 
Verse: 1    Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελϕοῦ σου τὸ πρόβατον αὐτοῦ πλανώμενα ἐν τῇ ὁδῷ ὑπερίδῃς αὐτά· ἀποστροϕῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελϕῷ σου καὶ ἀποδώσεις αὐτῷ.
Verse: 2    
ἐὰν δὲ μὴ ἐγγίζῃ ἀδελϕός σου πρὸς σὲ μηδὲ ἐπίστῃ αὐτόν, συνάξεις αὐτὰ ἔνδον εἰς τὴν οἰκίαν σου, καὶ ἔσται μετὰ σοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ἀδελϕός σου, καὶ ἀποδώσεις αὐτῷ.
Verse: 3    
οὕτως ποιήσεις τὸν ὄνον αὐτοῦ καὶ οὕτως ποιήσεις τὸ ἱμάτιον αὐτοῦ καὶ οὕτως ποιήσεις κατὰ πᾶσαν ἀπώλειαν τοῦ ἀδελϕοῦ σου, ὅσα ἐὰν ἀπόληται παρ' αὐτοῦ καὶ εὕρῃς· οὐ δυνήσῃ ὑπεριδεῖν.
Verse: 4    
οὐκ ὄψῃ τὸν ὄνον τοῦ ἀδελϕοῦ σου τὸν μόσχον αὐτοῦ πεπτωκότας ἐν τῇ ὁδῷ, μὴ ὑπερίδῃς αὐτούς· ἀνιστῶν ἀναστήσεις μετ' αὐτοῦ.
Verse: 5    
Οὐκ ἔσται σκεύη ἀνδρὸς ἐπὶ γυναικί, οὐδὲ μὴ ἐνδύσηται ἀνὴρ στολὴν γυναικείαν, ὅτι βδέλυγμα κυρίῳ τῷ ϑεῷ σού ἐστιν πᾶς ποιῶν ταῦτα.
Verse: 6    
᾽Εὰν δὲ συναντήσῃς νοσσιᾷ ὀρνέων πρὸ προσώπου σου ἐν τῇ ὁδῷ ἐπὶ παντὶ δένδρει ἐπὶ τῆς γῆς, νεοσσοῖς ᾠοῖς, καὶ μήτηρ ϑάλπῃ ἐπὶ τῶν νεοσσῶν ἐπὶ τῶν ᾠῶν, οὐ λήμψῃ τὴν μητέρα μετὰ τῶν τέκνων·
Verse: 7    
ἀποστολῇ ἀποστελεῖς τὴν μητέρα, τὰ δὲ παιδία λήμψῃ σεαυτῷ, ἵνα εὖ σοι γένηται καὶ πολυήμερος ἔσῃ.
Verse: 8    
᾽Εὰν δὲ οἰκοδομήσῃς οἰκίαν καινήν, καὶ ποιήσεις στεϕάνην τῷ δώματί σου· καὶ οὐ ποιήσεις ϕόνον ἐν τῇ οἰκίᾳ σου, ἐὰν πέσῃ πεσὼν ἀπ' αὐτοῦ.
Verse: 9    
Οὐ κατασπερεῖς τὸν ἀμπελῶνά σου διάϕορον, ἵνα μὴ ἁγιασϑῇ τὸ γένημα καὶ τὸ σπέρμα, ἐὰν σπείρῃς μετὰ τοῦ γενήματος τοῦ ἀμπελῶνός σου.
Verse: 10    
οὐκ ἀροτριάσεις ἐν μόσχῳ καὶ ὄνῳ ἐπὶ τὸ αὐτό.
Verse: 11    
οὐκ ἐνδύσῃ κίβδηλον, ἔρια καὶ λίνον, ἐν τῷ αὐτῷ.
Verse: 12    
Στρεπτὰ ποιήσεις σεαυτῷ ἐπὶ τῶν τεσσάρων κρασπέδων τῶν περιβολαίων σου, ἐὰν περιβάλῃ ἐν αὐτοῖς.
Verse: 13    
᾽Εὰν δέ τις λάβῃ γυναῖκα καὶ συνοικήσῃ αὐτῇ καὶ μισήσῃ αὐτὴν
Verse: 14    
καὶ ἐπιϑῇ αὐτῇ προϕασιστικοὺς λόγους καὶ κατενέγκῃ αὐτῆς ὄνομα πονηρὸν καὶ λέγῃ Τὴν γυναῖκα ταύτην εἴληϕα καὶ προσελϑὼν αὐτῇ οὐχ εὕρηκα αὐτῆς παρϑένια,
Verse: 15    
καὶ λαβὼν πατὴρ τῆς παιδὸς καὶ μήτηρ ἐξοίσουσιν τὰ παρϑένια τῆς παιδὸς πρὸς τὴν γερουσίαν ἐπὶ τὴν πύλην,
Verse: 16    
καὶ ἐρεῖ πατὴρ τῆς παιδὸς τῇ γερουσίᾳ Τὴν ϑυγατέρα μου ταύτην δέδωκα τῷ ἀνϑρώπῳ τούτῳ γυναῖκα, καὶ μισήσας αὐτὴν
Verse: 17    
αὐτὸς νῦν ἐπιτίϑησιν αὐτῇ προϕασιστικοὺς λόγους λέγων Οὐχ εὕρηκα τῇ ϑυγατρί σου παρϑένια, καὶ ταῦτα τὰ παρϑένια τῆς ϑυγατρός μου· καὶ ἀναπτύξουσιν τὸ ἱμάτιον ἐναντίον τῆς γερουσίας τῆς πόλεως.
Verse: 18    
καὶ λήμψεται γερουσία τῆς πόλεως ἐκείνης τὸν ἄνϑρωπον ἐκεῖνον καὶ παιδεύσουσιν αὐτὸν
Verse: 19    
καὶ ζημιώσουσιν αὐτὸν ἑκατὸν σίκλους καὶ δώσουσιν τῷ πατρὶ τῆς νεάνιδος, ὅτι ἐξήνεγκεν ὄνομα πονηρὸν ἐπὶ παρϑένον Ισραηλῖτιν· καὶ αὐτοῦ ἔσται γυνή, οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.
Verse: 20    
ἐὰν δὲ ἐπ' ἀληϑείας γένηται λόγος οὗτος καὶ μὴ εὑρεϑῇ παρϑένια τῇ νεάνιδι,
Verse: 21    
καὶ ἐξάξουσιν τὴν νεᾶνιν ἐπὶ τὰς ϑύρας οἴκου πατρὸς αὐτῆς, καὶ λιϑοβολήσουσιν αὐτὴν οἱ ἄνδρες τῆς πόλεως αὐτῆς ἐν λίϑοις, καὶ ἀποϑανεῖται, ὅτι ἐποίησεν ἀϕροσύνην ἐν υἱοῖς Ισραηλ ἐκπορνεῦσαι τὸν οἶκον τοῦ πατρὸς αὐτῆς· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Verse: 22    
᾽Εὰν δὲ εὑρεϑῇ ἄνϑρωπος κοιμώμενος μετὰ γυναικὸς συνῳκισμένης ἀνδρί, ἀποκτενεῖτε ἀμϕοτέρους, τὸν ἄνδρα τὸν κοιμώμενον μετὰ τῆς γυναικὸς καὶ τὴν γυναῖκα· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ισραηλ.
Verse: 23    
᾽Εὰν δὲ γένηται παῖς παρϑένος μεμνηστευμένη ἀνδρὶ καὶ εὑρὼν αὐτὴν ἄνϑρωπος ἐν πόλει κοιμηϑῇ μετ' αὐτῆς,
Verse: 24    
ἐξάξετε ἀμϕοτέρους ἐπὶ τὴν πύλην τῆς πόλεως αὐτῶν, καὶ λιϑοβοληϑήσονται ἐν λίϑοις καὶ ἀποϑανοῦνται· τὴν νεᾶνιν, ὅτι οὐκ ἐβόησεν ἐν τῇ πόλει, καὶ τὸν ἄνϑρωπον, ὅτι ἐταπείνωσεν τὴν γυναῖκα τοῦ πλησίον· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Verse: 25    
ἐὰν δὲ ἐν πεδίῳ εὕρῃ ἄνϑρωπος τὴν παῖδα τὴν μεμνηστευμένην καὶ βιασάμενος κοιμηϑῇ μετ' αὐτῆς, ἀποκτενεῖτε τὸν ἄνϑρωπον τὸν κοιμώμενον μετ' αὐτῆς μόνον
Verse: 26    
καὶ τῇ νεάνιδι οὐ ποιήσετε οὐδέν· οὐκ ἔστιν τῇ νεάνιδι ἁμάρτημα ϑανάτου, ὅτι ὡς εἴ τις ἐπαναστῇ ἄνϑρωπος ἐπὶ τὸν πλησίον καὶ ϕονεύσῃ αὐτοῦ ψυχήν, οὕτως τὸ πρᾶγμα τοῦτο,
Verse: 27    
ὅτι ἐν τῷ ἀγρῷ εὗρεν αὐτήν, ἐβόησεν νεᾶνις μεμνηστευμένη, καὶ βοηϑήσων οὐκ ἦν αὐτῇ.
Verse: 28    
᾽Εὰν δέ τις εὕρῃ τὴν παῖδα τὴν παρϑένον, ἥτις οὐ μεμνήστευται, καὶ βιασάμενος κοιμηϑῇ μετ' αὐτῆς καὶ εὑρεϑῇ,
Verse: 29    
δώσει ἄνϑρωπος κοιμηϑεὶς μετ' αὐτῆς τῷ πατρὶ τῆς νεάνιδος πεντήκοντα δίδραχμα ἀργυρίου, καὶ αὐτοῦ ἔσται γυνή, ἀνϑ' ὧν ἐταπείνωσεν αὐτήν· οὐ δυνήσεται ἐξαποστεῖλαι αὐτὴν τὸν ἅπαντα χρόνον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.