TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 170
Previous part

Chapter: 17 
Verse: 1    Οὐ ϑύσεις κυρίῳ τῷ ϑεῷ σου μόσχον πρόβατον, ἐν ἐστιν ἐν αὐτῷ μῶμος, πᾶν ῥῆμα πονηρόν, ὅτι βδέλυγμα κυρίῳ τῷ ϑεῷ σού ἐστιν.
Verse: 2    
᾽Εὰν δὲ εὑρεϑῇ ἐν σοὶ ἐν μιᾷ τῶν πόλεών σου, ὧν κύριος ϑεός σου δίδωσίν σοι, ἀνὴρ γυνή, ὅστις ποιήσει τὸ πονηρὸν ἐναντίον κυρίου τοῦ ϑεοῦ σου παρελϑεῖν τὴν διαϑήκην αὐτοῦ,
Verse: 3    
καὶ ἐλϑόντες λατρεύσωσιν ϑεοῖς ἑτέροις καὶ προσκυνήσωσιν αὐτοῖς, τῷ ἡλίῳ τῇ σελήνῃ παντὶ τῶν ἐκ τοῦ κόσμου τοῦ οὐρανοῦ, οὐ προσέταξεν,
Verse: 4    
καὶ ἀναγγελῇ σοι, καὶ ἐκζητήσεις σϕόδρα, καὶ ἰδοὺ ἀληϑῶς γέγονεν τὸ ῥῆμα, γεγένηται τὸ βδέλυγμα τοῦτο ἐν Ισραηλ,
Verse: 5    
καὶ ἐξάξεις τὸν ἄνϑρωπον ἐκεῖνον τὴν γυναῖκα ἐκείνην καὶ λιϑοβολήσετε αὐτοὺς ἐν λίϑοις, καὶ τελευτήσουσιν.
Verse: 6    
ἐπὶ δυσὶν μάρτυσιν ἐπὶ τρισὶν μάρτυσιν ἀποϑανεῖται ἀποϑνῄσκων· οὐκ ἀποϑανεῖται ἐϕ' ἑνὶ μάρτυρι.
Verse: 7    
καὶ χεὶρ τῶν μαρτύρων ἔσται ἐπ' αὐτῷ ἐν πρώτοις ϑανατῶσαι αὐτόν, καὶ χεὶρ παντὸς τοῦ λαοῦ ἐπ' ἐσχάτων· καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.
Verse: 8    
᾽Εὰν δὲ ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἷμα αἵματος καὶ ἀνὰ μέσον κρίσις κρίσεως καὶ ἀνὰ μέσον ἁϕὴ ἁϕῆς καὶ ἀνὰ μέσον ἀντιλογία ἀντιλογίας, ῥήματα κρίσεως ἐν ταῖς πόλεσιν ὑμῶν, καὶ ἀναστὰς ἀναβήσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται κύριος ϑεός σου ἐπικληϑῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ,
Verse: 9    
καὶ ἐλεύσῃ πρὸς τοὺς ἱερεῖς τοὺς Λευίτας καὶ πρὸς τὸν κριτήν, ὃς ἂν γένηται ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐκζητήσαντες ἀναγγελοῦσίν σοι τὴν κρίσιν.
Verse: 10    
καὶ ποιήσεις κατὰ τὸ πρᾶγμα, ἐὰν ἀναγγείλωσίν σοι ἐκ τοῦ τόπου, οὗ ἂν ἐκλέξηται κύριος ϑεός σου ἐπικληϑῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, καὶ ϕυλάξῃ σϕόδρα ποιῆσαι κατὰ πάντα, ὅσα ἐὰν νομοϑετηϑῇ σοι·
Verse: 11    
κατὰ τὸν νόμον καὶ κατὰ τὴν κρίσιν, ἣν ἂν εἴπωσίν σοι, ποιήσεις, οὐκ ἐκκλινεῖς ἀπὸ τοῦ ῥήματος, οὗ ἐὰν ἀναγγείλωσίν σοι, δεξιὰ οὐδὲ ἀριστερά.
Verse: 12    
καὶ ἄνϑρωπος, ὃς ἂν ποιήσῃ ἐν ὑπερηϕανίᾳ τοῦ μὴ ὑπακοῦσαι τοῦ ἱερέως τοῦ παρεστηκότος λειτουργεῖν ἐπὶ τῷ ὀνόματι κυρίου τοῦ ϑεοῦ σου τοῦ κριτοῦ, ὃς ἂν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀποϑανεῖται ἄνϑρωπος ἐκεῖνος, καὶ ἐξαρεῖς τὸν πονηρὸν ἐξ Ισραηλ·
Verse: 13    
καὶ πᾶς λαὸς ἀκούσας ϕοβηϑήσεται καὶ οὐκ ἀσεβήσει ἔτι.
Verse: 14    
᾽Εὰν δὲ εἰσέλϑῃς εἰς τὴν γῆν, ἣν κύριος ϑεός σου δίδωσίν σοι ἐν κλήρῳ, καὶ κληρονομήσῃς αὐτὴν καὶ κατοικήσῃς ἐπ' αὐτῆς καὶ εἴπῃς Καταστήσω ἐπ' ἐμαυτὸν ἄρχοντα καϑὰ καὶ τὰ λοιπὰ ἔϑνη τὰ κύκλῳ μου,
Verse: 15    
καϑιστῶν καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα, ὃν ἂν ἐκλέξηται κύριος ϑεός σου αὐτόν. ἐκ τῶν ἀδελϕῶν σου καταστήσεις ἐπὶ σεαυτὸν ἄρχοντα· οὐ δυνήσῃ καταστῆσαι ἐπὶ σεαυτὸν ἄνϑρωπον ἀλλότριον, ὅτι οὐκ ἀδελϕός σού ἐστιν.
Verse: 16    
διότι οὐ πληϑυνεῖ ἑαυτῷ ἵππον οὐδὲ μὴ ἀποστρέψῃ τὸν λαὸν εἰς Αἴγυπτον, ὅπως πληϑύνῃ ἑαυτῷ ἵππον, δὲ κύριος εἶπεν Οὐ προσϑήσετε ἀποστρέψαι τῇ ὁδῷ ταύτῃ ἔτι.
Verse: 17    
καὶ οὐ πληϑυνεῖ ἑαυτῷ γυναῖκας, οὐδὲ μεταστήσεται αὐτοῦ καρδία· καὶ ἀργύριον καὶ χρυσίον οὐ πληϑυνεῖ ἑαυτῷ σϕόδρα.
Verse: 18    
καὶ ἔσται ὅταν καϑίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, καὶ γράψει ἑαυτῷ τὸ δευτερονόμιον τοῦτο εἰς βιβλίον παρὰ τῶν ἱερέων τῶν Λευιτῶν,
Verse: 19    
καὶ ἔσται μετ' αὐτοῦ, καὶ ἀναγνώσεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, ἵνα μάϑῃ ϕοβεῖσϑαι κύριον τὸν ϑεὸν αὐτοῦ ϕυλάσσεσϑαι πάσας τὰς ἐντολὰς ταύτας καὶ τὰ δικαιώματα ταῦτα ποιεῖν,
Verse: 20    
ἵνα μὴ ὑψωϑῇ καρδία αὐτοῦ ἀπὸ τῶν ἀδελϕῶν αὐτοῦ, ἵνα μὴ παραβῇ ἀπὸ τῶν ἐντολῶν δεξιὰ ἀριστερά, ὅπως ἂν μακροχρονίσῃ ἐπὶ τῆς ἀρχῆς αὐτοῦ, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἐν τοῖς υἱοῖς Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.