TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 158
Previous part

Chapter: 5 
Verse: 1    Καὶ ἐκάλεσεν Μωυσῆς πάντα Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς ῎Ακουε, Ισραηλ, τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα ἐγὼ λαλῶ ἐν τοῖς ὠσὶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ μαϑήσεσϑε αὐτὰ καὶ ϕυλάξεσϑε ποιεῖν αὐτά.
Verse: 2    
κύριος ϑεὸς ὑμῶν διέϑετο πρὸς ὑμᾶς διαϑήκην ἐν Χωρηβ·
Verse: 3    
οὐχὶ τοῖς πατράσιν ὑμῶν διέϑετο κύριος τὴν διαϑήκην ταύτην, ἀλλ' πρὸς ὑμᾶς, ὑμεῖς ὧδε πάντες ζῶντες σήμερον·
Verse: 4    
πρόσωπον κατὰ πρόσωπον ἐλάλησεν κύριος πρὸς ὑμᾶς ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός
Verse: 5    
κἀγὼ εἱστήκειν ἀνὰ μέσον κυρίου καὶ ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ ἀναγγεῖλαι ὑμῖν τὰ ῥήματα κυρίου, ὅτι ἐϕοβήϑητε ἀπὸ προσώπου τοῦ πυρὸς καὶ οὐκ ἀνέβητε εἰς τὸ ὄρος λέγων
Verse: 6    
᾽Εγὼ κύριος ϑεός σου ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας.
Verse: 7    
οὐκ ἔσονταί σοι ϑεοὶ ἕτεροι πρὸ προσώπου μου.
Verse: 8    
οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς.
Verse: 9    
οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος ϑεός σου, ϑεὸς ζηλωτὴς ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεὰν τοῖς μισοῦσίν με
Verse: 10    
καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν με καὶ τοῖς ϕυλάσσουσιν τὰ προστάγματά μου.
Verse: 11    
οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ ϑεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καϑαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ.
Verse: 12    
ϕύλαξαι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν, ὃν τρόπον ἐνετείλατό σοι κύριος ϑεός σου.
Verse: 13    
ἓξ ἡμέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου·
Verse: 14    
τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ ϑεῷ σου, οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ οἱ υἱοί σου καὶ ϑυγάτηρ σου, παῖς σου καὶ παιδίσκη σου, βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ προσήλυτος παροικῶν ἐν σοί, ἵνα ἀναπαύσηται παῖς σου καὶ παιδίσκη σου ὥσπερ καὶ σύ·
Verse: 15    
καὶ μνησϑήσῃ ὅτι οἰκέτης ἦσϑα ἐν γῇ Αἰγύπτῳ καὶ ἐξήγαγέν σε κύριος ϑεός σου ἐκεῖϑεν ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, διὰ τοῦτο συνέταξέν σοι κύριος ϑεός σου ὥστε ϕυλάσσεσϑαι τὴν ἡμέραν τῶν σαββάτων καὶ ἁγιάζειν αὐτήν.
Verse: 16    
τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ὃν τρόπον ἐνετείλατό σοι κύριος ϑεός σου, ἵνα εὖ σοι γένηται, καὶ ἵνα μακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς, ἧς κύριος ϑεός σου δίδωσίν σοι.
Verse: 17    
οὐ μοιχεύσεις.
Verse: 18    
οὐ ϕονεύσεις.
Verse: 19    
οὐ κλέψεις.
Verse: 20    
οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ.
Verse: 21    
οὐκ ἐπιϑυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιϑυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν.
Verse: 22    
Τὰ ῥήματα ταῦτα ἐλάλησεν κύριος πρὸς πᾶσαν συναγωγὴν ὑμῶν ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, σκότος, γνόϕος, ϑύελλα, ϕωνὴ μεγάλη, καὶ οὐ προσέϑηκεν· καὶ ἔγραψεν αὐτὰ ἐπὶ δύο πλάκας λιϑίνας καὶ ἔδωκέν μοι.
Verse: 23    
καὶ ἐγένετο ὡς ἠκούσατε τὴν ϕωνὴν ἐκ μέσου τοῦ πυρὸς καὶ τὸ ὄρος ἐκαίετο πυρί, καὶ προσήλϑετε πρός με, πάντες οἱ ἡγούμενοι τῶν ϕυλῶν ὑμῶν καὶ γερουσία ὑμῶν,
Verse: 24    
καὶ ἐλέγετε ᾽Ιδοὺ ἔδειξεν ἡμῖν κύριος ϑεὸς ἡμῶν τὴν δόξαν αὐτοῦ, καὶ τὴν ϕωνὴν αὐτοῦ ἠκούσαμεν ἐκ μέσου τοῦ πυρός· ἐν τῇ ἡμέρᾳ ταύτῃ εἴδομεν ὅτι λαλήσει ϑεὸς πρὸς ἄνϑρωπον, καὶ ζήσεται.
Verse: 25    
καὶ νῦν μὴ ἀποϑάνωμεν, ὅτι ἐξαναλώσει ἡμᾶς τὸ πῦρ τὸ μέγα τοῦτο, ἐὰν προσϑώμεϑα ἡμεῖς ἀκοῦσαι τὴν ϕωνὴν κυρίου τοῦ ϑεοῦ ἡμῶν ἔτι, καὶ ἀποϑανούμεϑα.
Verse: 26    
τίς γὰρ σάρξ, ἥτις ἤκουσεν ϕωνὴν ϑεοῦ ζῶντος λαλοῦντος ἐκ μέσου τοῦ πυρὸς ὡς ἡμεῖς καὶ ζήσεται;
Verse: 27    
πρόσελϑε σὺ καὶ ἄκουσον ὅσα ἐὰν εἴπῃ κύριος ϑεὸς ἡμῶν, καὶ σὺ λαλήσεις πρὸς ἡμᾶς πάντα, ὅσα ἂν λαλήσῃ κύριος ϑεὸς ἡμῶν πρὸς σέ, καὶ ἀκουσόμεϑα καὶ ποιήσομεν.
Verse: 28    
καὶ ἤκουσεν κύριος τὴν ϕωνὴν τῶν λόγων ὑμῶν λαλούντων πρός με, καὶ εἶπεν κύριος πρός με ῎Ηκουσα τὴν ϕωνὴν τῶν λόγων τοῦ λαοῦ τούτου, ὅσα ἐλάλησαν πρὸς σέ· ὀρϑῶς πάντα, ὅσα ἐλάλησαν.
Verse: 29    
τίς δώσει οὕτως εἶναι τὴν καρδίαν αὐτῶν ἐν αὐτοῖς ὥστε ϕοβεῖσϑαί με καὶ ϕυλάσσεσϑαι τὰς ἐντολάς μου πάσας τὰς ἡμέρας, ἵνα εὖ αὐτοῖς καὶ τοῖς υἱοῖς αὐτῶν δι' αἰῶνος;
Verse: 30    
βάδισον εἰπὸν αὐτοῖς ᾽Αποστράϕητε ὑμεῖς εἰς τοὺς οἴκους ὑμῶν·
Verse: 31    
σὺ δὲ αὐτοῦ στῆϑι μετ' ἐμοῦ, καὶ λαλήσω πρὸς σὲ τὰς ἐντολὰς καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα, ὅσα διδάξεις αὐτούς, καὶ ποιείτωσαν ἐν τῇ γῇ, ἣν ἐγὼ δίδωμι αὐτοῖς ἐν κλήρῳ.
Verse: 32    
καὶ ϕυλάξεσϑε ποιεῖν ὃν τρόπον ἐνετείλατό σοι κύριος ϑεός σου· οὐκ ἐκκλινεῖτε εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ
Verse: 33    
κατὰ πᾶσαν τὴν ὁδόν, ἣν ἐνετείλατό σοι κύριος ϑεός σου πορεύεσϑαι ἐν αὐτῇ, ὅπως καταπαύσῃ σε καὶ εὖ σοι καὶ μακροημερεύσητε ἐπὶ τῆς γῆς, ἧς κληρονομήσετε.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.