TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 142
Previous part

Chapter: 25 
Verse: 1    Καὶ κατέλυσεν Ισραηλ ἐν Σαττιν· καὶ ἐβεβηλώϑη λαὸς ἐκπορνεῦσαι εἰς τὰς ϑυγατέρας Μωαβ.
Verse: 2    
καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς ϑυσίαις τῶν εἰδώλων αὐτῶν, καὶ ἔϕαγεν λαὸς τῶν ϑυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν.
Verse: 3    
καὶ ἐτελέσϑη Ισραηλ τῷ Βεελϕεγωρ· καὶ ὠργίσϑη ϑυμῷ κύριος τῷ Ισραηλ.
Verse: 4    
καὶ εἶπεν κύριος τῷ Μωυσῇ Λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραϕήσεται ὀργὴ ϑυμοῦ κυρίου ἀπὸ Ισραηλ.
Verse: 5    
καὶ εἶπεν Μωυσῆς ταῖς ϕυλαῖς Ισραηλ ᾽Αποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελϕεγωρ.
Verse: 6    
Καὶ ἰδοὺ ἄνϑρωπος τῶν υἱῶν Ισραηλ ἐλϑὼν προσήγαγεν τὸν ἀδελϕὸν αὐτοῦ πρὸς τὴν Μαδιανῖτιν ἐναντίον Μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν Ισραηλ, αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
Verse: 7    
καὶ ἰδὼν Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ
Verse: 8    
εἰσῆλϑεν ὀπίσω τοῦ ἀνϑρώπου τοῦ Ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμϕοτέρους, τόν τε ἄνϑρωπον τὸν Ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο πληγὴ ἀπὸ υἱῶν Ισραηλ.
Verse: 9    
καὶ ἐγένοντο οἱ τεϑνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες.
Verse: 10    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 11    
Φινεες υἱὸς Ελεαζαρ υἱοῦ Ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν ϑυμόν μου ἀπὸ υἱῶν Ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ισραηλ ἐν τῷ ζήλῳ μου.
Verse: 12    
οὕτως εἰπόν ᾽Ιδοὺ ἐγὼ δίδωμι αὐτῷ διαϑήκην εἰρήνης,
Verse: 13    
καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν διαϑήκη ἱερατείας αἰωνία, ἀνϑ' ὧν ἐζήλωσεν τῷ ϑεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ισραηλ.
Verse: 14    
τὸ δὲ ὄνομα τοῦ ἀνϑρώπου τοῦ Ισραηλίτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρι υἱὸς Σαλω ἄρχων οἴκου πατριᾶς τῶν Συμεων·
Verse: 15    
καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ Χασβι ϑυγάτηρ Σουρ ἄρχοντος ἔϑνους Ομμωϑ, οἴκου πατριᾶς ἐστιν τῶν Μαδιαν.
Verse: 16    
Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Λάλησον τοῖς υἱοῖς Ισραηλ λέγων
Verse: 17    
᾽Εχϑραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτούς,
Verse: 18    
ὅτι ἐχϑραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογωρ καὶ διὰ Χασβι ϑυγατέρα ἄρχοντος Μαδιαν ἀδελϕὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογωρ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.