TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 140
Previous part

Chapter: 23 
Verse: 1    καὶ εἶπεν Βαλααμ τῷ Βαλακ Οἰκοδόμησόν μοι ἐνταῦϑα ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ἐνταῦϑα ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
Verse: 2    
καὶ ἐποίησεν Βαλακ ὃν τρόπον εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Verse: 3    
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηϑι ἐπὶ τῆς ϑυσίας σου, καὶ πορεύσομαι, εἴ μοι ϕανεῖται ϑεὸς ἐν συναντήσει, καὶ ῥῆμα, ἐάν μοι δείξῃ, ἀναγγελῶ σοι. καὶ παρέστη Βαλακ ἐπὶ τῆς ϑυσίας αὐτοῦ, καὶ Βαλααμ ἐπορεύϑη ἐπερωτῆσαι τὸν ϑεὸν καὶ ἐπορεύϑη εὐϑεῖαν.
Verse: 4    
καὶ ἐϕάνη ϑεὸς τῷ Βαλααμ, καὶ εἶπεν πρὸς αὐτὸν Βαλααμ Τοὺς ἑπτὰ βωμοὺς ἡτοίμασα καὶ ἀνεβίβασα μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Verse: 5    
καὶ ἐνέβαλεν ϑεὸς ῥῆμα εἰς τὸ στόμα Βαλααμ καὶ εἶπεν ᾽Επιστραϕεὶς πρὸς Βαλακ οὕτως λαλήσεις.
Verse: 6    
καὶ ἀπεστράϕη πρὸς αὐτόν, καὶ ὅδε ἐϕειστήκει ἐπὶ τῶν ὁλοκαυτωμάτων αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ' αὐτοῦ.
Verse: 7    
καὶ ἐγενήϑη πνεῦμα ϑεοῦ ἐπ' αὐτῷ, καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ᾽Εκ Μεσοποταμίας μετεπέμψατό με Βαλακ, βασιλεὺς Μωαβ ἐξ ὀρέων ἀπ' ἀνατολῶν λέγων Δεῦρο ἄρασαί μοι τὸν Ιακωβ καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν Ισραηλ.
Verse: 8    
τί ἀράσωμαι ὃν μὴ καταρᾶται κύριος, τί καταράσωμαι ὃν μὴ καταρᾶται ϑεός;
Verse: 9    
ὅτι ἀπὸ κορυϕῆς ὀρέων ὄψομαι αὐτὸν καὶ ἀπὸ βουνῶν προσνοήσω αὐτόν. ἰδοὺ λαὸς μόνος κατοικήσει καὶ ἐν ἔϑνεσιν οὐ συλλογισϑήσεται.
Verse: 10    
τίς ἐξηκριβάσατο τὸ σπέρμα Ιακωβ, καὶ τίς ἐξαριϑμήσεται δήμους Ισραηλ; ἀποϑάνοι ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.
Verse: 11    
καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Τί πεποίηκάς μοι; εἰς κατάρασιν ἐχϑρῶν μου κέκληκά σε, καὶ ἰδοὺ εὐλόγηκας εὐλογίαν.
Verse: 12    
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οὐχὶ ὅσα ἐὰν ἐμβάλῃ ϑεὸς εἰς τὸ στόμα μου, τοῦτο ϕυλάξω λαλῆσαι;
Verse: 13    
Καὶ εἶπεν πρὸς αὐτὸν Βαλακ Δεῦρο ἔτι μετ' ἐμοῦ εἰς τόπον ἄλλον, ἐξ ὧν οὐκ ὄψῃ αὐτὸν ἐκεῖϑεν, ἀλλ' μέρος τι αὐτοῦ ὄψῃ, πάντας δὲ οὐ μὴ ἴδῃς, καὶ κατάρασαί μοι αὐτὸν ἐκεῖϑεν.
Verse: 14    
καὶ παρέλαβεν αὐτὸν εἰς ἀγροῦ σκοπιὰν ἐπὶ κορυϕὴν λελαξευμένου καὶ ᾠκοδόμησεν ἐκεῖ ἑπτὰ βωμοὺς καὶ ἀνεβίβασεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.
Verse: 15    
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Παράστηϑι ἐπὶ τῆς ϑυσίας σου, ἐγὼ δὲ πορεύσομαι ἐπερωτῆσαι τὸν ϑεόν.
Verse: 16    
καὶ συνήντησεν ϑεὸς τῷ Βαλααμ καὶ ἐνέβαλεν ῥῆμα εἰς τὸ στόμα αὐτοῦ καὶ εἶπεν ᾽Αποστράϕητι πρὸς Βαλακ καὶ τάδε λαλήσεις.
Verse: 17    
καὶ ἀπεστράϕη πρὸς αὐτόν, καὶ ὅδε ἐϕειστήκει ἐπὶ τῆς ὁλοκαυτώσεως αὐτοῦ, καὶ πάντες οἱ ἄρχοντες Μωαβ μετ' αὐτοῦ. καὶ εἶπεν αὐτῷ Βαλακ Τί ἐλάλησεν κύριος;
Verse: 18    
καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ᾽Ανάστηϑι, Βαλακ, καὶ ἄκουε· ἐνώτισαι μάρτυς, υἱὸς Σεπϕωρ.
Verse: 19    
οὐχ ὡς ἄνϑρωπος ϑεὸς διαρτηϑῆναι οὐδὲ ὡς υἱὸς ἀνϑρώπου ἀπειληϑῆναι· αὐτὸς εἴπας οὐχὶ ποιήσει; λαλήσει, καὶ οὐχὶ ἐμμενεῖ;
Verse: 20    
ἰδοὺ εὐλογεῖν παρείλημμαι· εὐλογήσω καὶ οὐ μὴ ἀποστρέψω.
Verse: 21    
οὐκ ἔσται μόχϑος ἐν Ιακωβ, οὐδὲ ὀϕϑήσεται πόνος ἐν Ισραηλ· κύριος ϑεὸς αὐτοῦ μετ' αὐτοῦ, τὰ ἔνδοξα ἀρχόντων ἐν αὐτῷ.
Verse: 22    
ϑεὸς ἐξαγαγὼν αὐτοὺς ἐξ Αἰγύπτου· ὡς δόξα μονοκέρωτος αὐτῷ.
Verse: 23    
οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ιακωβ οὐδὲ μαντεία ἐν Ισραηλ· κατὰ καιρὸν ῥηϑήσεται Ιακωβ καὶ τῷ Ισραηλ, τί ἐπιτελέσει ϑεός.
Verse: 24    
ἰδοὺ λαὸς ὡς σκύμνος ἀναστήσεται καὶ ὡς λέων γαυριωϑήσεται· οὐ κοιμηϑήσεται, ἕως ϕάγῃ ϑήραν, καὶ αἷμα τραυματιῶν πίεται.
Verse: 25    
καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Οὔτε κατάραις καταράσῃ μοι αὐτὸν οὔτε εὐλογῶν μὴ εὐλογήσῃς αὐτόν.
Verse: 26    
καὶ ἀποκριϑεὶς Βαλααμ εἶπεν τῷ Βαλακ Οὐκ ἐλάλησά σοι λέγων Τὸ ῥῆμα, ἐὰν λαλήσῃ ϑεός, τοῦτο ποιήσω;
Verse: 27    
Καὶ εἶπεν Βαλακ πρὸς Βαλααμ Δεῦρο παραλάβω σε εἰς τόπον ἄλλον, εἰ ἀρέσει τῷ ϑεῷ καὶ καταρᾶσαί μοι αὐτὸν ἐκεῖϑεν.
Verse: 28    
καὶ παρέλαβεν Βαλακ τὸν Βαλααμ ἐπὶ κορυϕὴν τοῦ Φογωρ τὸ παρατεῖνον εἰς τὴν ἔρημον.
Verse: 29    
καὶ εἶπεν Βαλααμ πρὸς Βαλακ Οἰκοδόμησόν μοι ὧδε ἑπτὰ βωμοὺς καὶ ἑτοίμασόν μοι ὧδε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριούς.
Verse: 30    
καὶ ἐποίησεν Βαλακ καϑάπερ εἶπεν αὐτῷ Βαλααμ, καὶ ἀνήνεγκεν μόσχον καὶ κριὸν ἐπὶ τὸν βωμόν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.