TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1171
Previous part

Chapter: 5 
Verse: 0    Βαλτασαρ βασιλεὺς ἐποίησε δοχὴν μεγάλην ἐν ἡμέρᾳ ἐγκαινισμοῦ τῶν βασιλείων αὐτοῦ καὶ ἀπὸ τῶν μεγιστάνων αὐτοῦ ἐκάλεσεν ἄνδρας δισχιλίους. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Βαλτασαρ ἀνυψούμενος ἀπὸ τοῦ οἴνου καὶ καυχώμενος ἐπῄνεσε πάντας τοὺς ϑεοὺς τῶν ἐϑνῶν τοὺς χωνευτοὺς καὶ γλυπτοὺς ἐν τῷ τόπῳ αὐτοῦ, καὶ τῷ ϑεῷ τῷ ὑψίστῳ οὐκ ἔδωκεν αἴνεσιν. ἐν αὐτῇ τῇ νυκτὶ ἐξῆλϑον δάκτυλοι ὡσεὶ ἀνϑρώπου καὶ ἐπέγραψαν ἐπὶ τοῦ τοίχου οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ λύχνους Μανη ϕαρες ϑεκελ. ἔστι δὲ ἑρμηνεία αὐτῶν· μανη ἠρίϑμηται, ϕαρες ἐξῆρται, ϑεκελ ἕσταται.
Verse: 1    
Βαλτασαρ βασιλεὺς ἐποίησεν ἑστιατορίαν μεγάλην τοῖς ἑταίροις αὐτοῦ καὶ ἔπινεν οἶνον.
Verse: 2    
καὶ ἀνυψώϑη καρδία αὐτοῦ, καὶ εἶπεν ἐνέγκαι τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ τοῦ οἴκου τοῦ ϑεοῦ, ἤνεγκε Ναβουχοδονοσορ πατὴρ αὐτοῦ ἀπὸ Ιερουσαλημ, καὶ οἰνοχοῆσαι ἐν αὐτοῖς τοῖς ἑταίροις αὐτοῦ.
Verse: 3    
καὶ ἠνέχϑη, καὶ ἔπινον ἐν αὐτοῖς
Verse: 4    
καὶ ηὐλόγουν τὰ εἴδωλα τὰ χειροποίητα αὐτῶν, καὶ τὸν ϑεὸν τοῦ αἰῶνος οὐκ εὐλόγησαν τὸν ἔχοντα τὴν ἐξουσίαν τοῦ πνεύματος αὐτῶν.
Verse: 5    
ἐν αὐτῇ τῇ ὥρᾳ ἐκείνῃ ἐξῆλϑον δάκτυλοι ὡσεὶ χειρὸς ἀνϑρώπου καὶ ἔγραψαν ἐπὶ τοῦ τοίχου τοῦ οἴκου αὐτοῦ ἐπὶ τοῦ κονιάματος κατέναντι τοῦ ϕωτὸς ἔναντι τοῦ βασιλέως Βαλτασαρ, καὶ εἶδε χεῖρα γράϕουσαν.
Verse: 6    
καὶ ὅρασις αὐτοῦ ἠλλοιώϑη, καὶ ϕόβοι καὶ ὑπόνοιαι αὐτὸν κατέσπευδον. ἔσπευσεν οὖν βασιλεὺς καὶ ἐξανέστη καὶ ἑώρα τὴν γραϕὴν ἐκείνην, καὶ οἱ συνεταῖροι κύκλῳ αὐτοῦ ἐκαυχῶντο.
Verse: 7    
καὶ βασιλεὺς ἐϕώνησε ϕωνῇ μεγάλῃ καλέσαι τοὺς ἐπαοιδοὺς καὶ ϕαρμακοὺς καὶ Χαλδαίους καὶ γαζαρηνοὺς ἀπαγγεῖλαι τὸ σύγκριμα τῆς γραϕῆς. καὶ εἰσεπορεύοντο ἐπὶ ϑεωρίαν ἰδεῖν τὴν γραϕήν, καὶ τὸ σύγκριμα τῆς γραϕῆς οὐκ ἐδύναντο συγκρῖναι τῷ βασιλεῖ. τότε βασιλεὺς ἐξέϑηκε πρόσταγμα λέγων Πᾶς ἀνήρ, ὃς ἂν ὑποδείξῃ τὸ σύγκριμα τῆς γραϕῆς, στολιεῖ αὐτὸν πορϕύραν καὶ μανιάκην χρυσοῦν περιϑήσει αὐτῷ, καὶ δοϑήσεται αὐτῷ ἐξουσία τοῦ τρίτου μέρους τῆς βασιλείας.
Verse: 8    
καὶ εἰσεπορεύοντο οἱ ἐπαοιδοὶ καὶ ϕαρμακοὶ καὶ γαζαρηνοί, καὶ οὐκ ἠδύνατο οὐδεὶς τὸ σύγκριμα τῆς γραϕῆς ἀπαγγεῖλαι.
Verse: 9    
τότε βασιλεὺς ἐκάλεσε τὴν βασίλισσαν περὶ τοῦ σημείου καὶ ὑπέδειξεν αὐτῇ, ὡς μέγα ἐστί, καὶ ὅτι πᾶς ἄνϑρωπος οὐ δύναται ἀπαγγεῖλαι τῷ βασιλεῖ τὸ σύγκριμα τῆς γραϕῆς.
Verse: 10    
τότε βασίλισσα ἐμνήσϑη πρὸς αὐτὸν περὶ τοῦ Δανιηλ, ὃς ἦν ἐκ τῆς αἰχμαλωσίας τῆς Ιουδαίας,
Verse: 11    
καὶ εἶπε τῷ βασιλεῖ ῾Ο ἄνϑρωπος ἐπιστήμων ἦν καὶ σοϕὸς καὶ ὑπερέχων πάντας τοὺς σοϕοὺς Βαβυλῶνος,
Verse: 12    
καὶ πνεῦμα ἅγιον ἐν αὐτῷ ἐστι, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου τοῦ βασιλέως συγκρίματα ὑπέρογκα ὑπέδειξε Ναβουχοδονοσορ τῷ πατρί σου.
Verse: 13    
τότε Δανιηλ εἰσήχϑη πρὸς τὸν βασιλέα, καὶ ἀποκριϑεὶς βασιλεὺς εἶπεν αὐτῷ
Verse: 16    
῏Ω Δανιηλ, δύνῃ μοι ὑποδεῖξαι τὸ σύγκριμα τῆς γραϕῆς; καὶ στολιῶ σε πορϕύραν καὶ μανιάκην χρυσοῦν περιϑήσω σοι, καὶ ἕξεις ἐξουσίαν τοῦ τρίτου μέρους τῆς βασιλείας μου.
Verse: 17    
τότε Δανιηλ ἔστη κατέναντι τῆς γραϕῆς καὶ ἀνέγνω καὶ οὕτως ἀπεκρίϑη τῷ βασιλεῖ Αὕτη γραϕή ᾽Ηρίϑμηται, κατελογίσϑη, ἐξῆρται· καὶ ἔστη γράψασα χείρ. καὶ αὕτη σύγκρισις αὐτῶν.
Verse: 23    
βασιλεῦ, σὺ ἐποιήσω ἑστιατορίαν τοῖς ϕίλοις σου καὶ ἔπινες οἶνον, καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ ϑεοῦ τοῦ ζῶντος ἠνέχϑη σοι, καὶ ἐπίνετε ἐν αὐτοῖς σὺ καὶ οἱ μεγιστᾶνές σου καὶ ᾐνέσατε πάντα τὰ εἴδωλα τὰ χειροποίητα τῶν ἀνϑρώπων· καὶ τῷ ϑεῷ τῷ ζῶντι οὐκ εὐλογήσατε, καὶ τὸ πνεῦμά σου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ τὸ βασίλειόν σου αὐτὸς ἔδωκέ σοι, καὶ οὐκ εὐλόγησας αὐτὸν οὐδὲ ᾔνεσας αὐτῷ.
Verse: 26-28    
τοῦτο τὸ σύγκριμα τῆς γραϕῆς· ἠρίϑμηται χρόνος σου τῆς βασιλείας, ἀπολήγει βασιλεία σου, συντέτμηται καὶ συντετέλεσται βασιλεία σου, τοῖς Μήδοις καὶ τοῖς Πέρσαις δίδοται.
Verse: 29    
τότε Βαλτασαρ βασιλεὺς ἐνέδυσε τὸν Δανιηλ πορϕύραν καὶ μανιάκην χρυσοῦν περιέϑηκεν αὐτῷ καὶ ἔδωκεν ἐξουσίαν αὐτῷ τοῦ τρίτου μέρους τῆς βασιλείας αὐτοῦ.
Verse: 30    
καὶ τὸ σύγκριμα ἐπῆλϑε Βαλτασαρ τῷ βασιλεῖ, καὶ τὸ βασίλειον ἐξῆρται ἀπὸ τῶν Χαλδαίων καὶ ἐδόϑη τοῖς Μήδοις καὶ τοῖς Πέρσαις.
Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.