TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1161
Previous part

Chapter: 45 
Verse: 1    Καὶ ἐν τῷ καταμετρεῖσϑαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ ἀϕοριεῖτε ἀπαρχὴν τῷ κυρίῳ ἅγιον ἀπὸ τῆς γῆς, πέντε καὶ εἴκοσι χιλιάδας μῆκος καὶ εὖρος εἴκοσι χιλιάδας· ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόϑεν.
Verse: 2    
καὶ ἔσται ἐκ τούτου εἰς ἁγίασμα πεντακόσιοι ἐπὶ πεντακοσίους τετράγωνον κυκλόϑεν, καὶ πήχεις πεντήκοντα διάστημα αὐτῷ κυκλόϑεν.
Verse: 3    
καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις μῆκος πέντε καὶ εἴκοσι χιλιάδας καὶ εὖρος δέκα χιλιάδας, καὶ ἐν αὐτῇ ἔσται τὸ ἁγίασμα, ἅγια τῶν ἁγίων·
Verse: 4    
ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσιν τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ κυρίῳ, καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀϕωρισμένους τῷ ἁγιασμῷ αὐτῶν.
Verse: 5    
εἴκοσι καὶ πέντε χιλιάδες μῆκος καὶ εὖρος δέκα χιλιάδες ἔσται τοῖς Λευίταις τοῖς λειτουργοῦσιν τῷ οἴκῳ, αὐτοῖς εἰς κατάσχεσιν, πόλεις τοῦ κατοικεῖν.
Verse: 6    
καὶ τὴν κατάσχεσιν τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος καὶ μῆκος πέντε καὶ εἴκοσι χιλιάδας· ὃν τρόπον ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ Ισραηλ ἔσονται.
Verse: 7    
καὶ τῷ ἡγουμένῳ ἐκ τούτου καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων εἰς κατάσχεσιν τῆς πόλεως κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως τὰ πρὸς ϑάλασσαν καὶ ἀπὸ τῶν πρὸς ϑάλασσαν πρὸς ἀνατολάς, καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς ϑάλασσαν καὶ τὸ μῆκος ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς·
Verse: 8    
καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ισραηλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀϕηγούμενοι τοῦ Ισραηλ τὸν λαόν μου, καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ισραηλ κατὰ ϕυλὰς αὐτῶν.
Verse: 9    
τάδε λέγει κύριος ϑεός ῾Ικανούσϑω ὑμῖν, οἱ ἀϕηγούμενοι τοῦ Ισραηλ· ἀδικίαν καὶ ταλαιπωρίαν ἀϕέλεσϑε καὶ κρίμα καὶ δικαιοσύνην ποιήσατε, ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει κύριος ϑεός.
Verse: 10    
ζυγὸς δίκαιος καὶ μέτρον δίκαιον καὶ χοῖνιξ δικαία ἔστω ὑμῖν.
Verse: 11    
τὸ μέτρον καὶ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν· τὸ δέκατον τοῦ γομορ χοῖνιξ, καὶ τὸ δέκατον τοῦ γομορ τὸ μέτρον, πρὸς τὸ γομορ ἔσται ἴσον.
Verse: 12    
καὶ τὸ στάϑμιον εἴκοσι ὀβολοί· οἱ πέντε σίκλοι πέντε, καὶ οἱ δέκα σίκλοι δέκα, καὶ πεντήκοντα σίκλοι μνᾶ ἔσται ὑμῖν.
Verse: 13    
Καὶ αὕτη ἀπαρχή, ἣν ἀϕοριεῖτε· ἕκτον τοῦ μέτρου ἀπὸ τοῦ γομορ τοῦ πυροῦ καὶ τὸ ἕκτον τοῦ οιϕι ἀπὸ τοῦ κόρου τῶν κριϑῶν.
Verse: 14    
καὶ τὸ πρόσταγμα τοῦ ἐλαίου· κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλῶν, ὅτι αἱ δέκα κοτύλαι εἰσὶν γομορ.
Verse: 15    
καὶ πρόβατον ἀπὸ τῶν δέκα προβάτων ἀϕαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ Ισραηλ εἰς ϑυσίας καὶ εἰς ὁλοκαυτώματα καὶ εἰς σωτηρίου τοῦ ἐξιλάσκεσϑαι περὶ ὑμῶν, λέγει κύριος ϑεός.
Verse: 16    
καὶ πᾶς λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀϕηγουμένῳ τοῦ Ισραηλ.
Verse: 17    
καὶ διὰ τοῦ ἀϕηγουμένου ἔσται τὰ ὁλοκαυτώματα καὶ αἱ ϑυσίαι καὶ αἱ σπονδαὶ ἔσονται ἐν ταῖς ἑορταῖς καὶ ἐν ταῖς νουμηνίαις καὶ ἐν τοῖς σαββάτοις καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ισραηλ· αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας καὶ τὴν ϑυσίαν καὶ τὰ ὁλοκαυτώματα καὶ τὰ τοῦ σωτηρίου τοῦ ἐξιλάσκεσϑαι ὑπὲρ τοῦ οἴκου Ισραηλ.
Verse: 18    
Τάδε λέγει κύριος ϑεός ᾽Εν τῷ πρώτῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήμψεσϑε μόσχον ἐκ βοῶν ἄμωμον τοῦ ἐξιλάσασϑαι τὸ ἅγιον.
Verse: 19    
καὶ λήμψεται ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ καὶ δώσει ἐπὶ τὰς ϕλιὰς τοῦ οἴκου καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ καὶ ἐπὶ τὸ ϑυσιαστήριον καὶ ἐπὶ τὰς ϕλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας.
Verse: 20    
καὶ οὕτως ποιήσεις ἐν τῷ ἑβδόμῳ μηνὶ μιᾷ τοῦ μηνὸς λήμψῃ παρ' ἑκάστου ἀπόμοιραν καὶ ἐξιλάσεσϑε τὸν οἶκον.
Verse: 21    
καὶ ἐν τῷ πρώτῳ μηνὶ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἔσται ὑμῖν τὸ πασχα ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσϑε.
Verse: 22    
καὶ ποιήσει ἀϕηγούμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ αὑτοῦ καὶ τοῦ οἴκου καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ τῆς γῆς μόσχον ὑπὲρ ἁμαρτίας.
Verse: 23    
καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ κυρίῳ, ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καϑ' ἡμέραν τὰς ἑπτὰ ἡμέρας καὶ ὑπὲρ ἁμαρτίας ἔριϕον αἰγῶν καϑ' ἡμέραν.
Verse: 24    
καὶ ϑυσίαν πέμμα τῷ μόσχῳ καὶ πέμμα τῷ κριῷ ποιήσεις καὶ ἐλαίου τὸ ιν τῷ πέμματι.
Verse: 25    
καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ πεντεκαιδεκάτῃ τοῦ μηνὸς ἐν τῇ ἑορτῇ ποιήσεις κατὰ τὰ αὐτὰ ἑπτὰ ἡμέρας, καϑὼς τὰ ὑπὲρ τῆς ἁμαρτίας καὶ καϑὼς τὰ ὁλοκαυτώματα καὶ καϑὼς τὸ μαναα καὶ καϑὼς τὸ ἔλαιον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.