TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1147
Previous part

Chapter: 31 
Verse: 1    Καὶ ἐγένετο ἐν τῷ ἑνδεκάτῳ ἔτει ἐν τῷ τρίτῳ μηνὶ μιᾷ τοῦ μηνὸς ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Υἱὲ ἀνϑρώπου, εἰπὸν πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ τῷ πλήϑει αὐτοῦ Τίνι ὡμοίωσας σεαυτὸν ἐν τῷ ὕψει σου;
Verse: 3    
ἰδοὺ Ασσουρ κυπάρισσος ἐν τῷ Λιβάνῳ καὶ καλὸς ταῖς παραϕυάσιν καὶ ὑψηλὸς τῷ μεγέϑει, εἰς μέσον νεϕελῶν ἐγένετο ἀρχὴ αὐτοῦ·
Verse: 4    
ὕδωρ ἐξέϑρεψεν αὐτόν, ἄβυσσος ὕψωσεν αὐτόν, τοὺς ποταμοὺς αὐτῆς ἤγαγεν κύκλῳ τῶν ϕυτῶν αὐτοῦ καὶ τὰ συστέματα αὐτῆς ἐξαπέστειλεν εἰς πάντα τὰ ξύλα τοῦ πεδίου.
Verse: 5    
ἕνεκεν τούτου ὑψώϑη τὸ μέγεϑος αὐτοῦ παρὰ πάντα τὰ ξύλα τοῦ πεδίου, καὶ ἐπλατύνϑησαν οἱ κλάδοι αὐτοῦ ἀϕ' ὕδατος πολλοῦ.
Verse: 6    
ἐν ταῖς παραϕυάσιν αὐτοῦ ἐνόσσευσαν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὑποκάτω τῶν κλάδων αὐτοῦ ἐγεννῶσαν πάντα τὰ ϑηρία τοῦ πεδίου, ἐν τῇ σκιᾷ αὐτοῦ κατῴκησεν πᾶν πλῆϑος ἐϑνῶν.
Verse: 7    
καὶ ἐγένετο καλὸς ἐν τῷ ὕψει αὐτοῦ διὰ τὸ πλῆϑος τῶν κλάδων αὐτοῦ, ὅτι ἐγενήϑησαν αἱ ῥίζαι αὐτοῦ εἰς ὕδωρ πολύ.
Verse: 8    
κυπάρισσοι τοιαῦται οὐκ ἐγενήϑησαν ἐν τῷ παραδείσῳ τοῦ ϑεοῦ, καὶ πίτυες οὐχ ὅμοιαι ταῖς παραϕυάσιν αὐτοῦ, καὶ ἐλάται οὐκ ἐγένοντο ὅμοιαι τοῖς κλάδοις αὐτοῦ· πᾶν ξύλον ἐν τῷ παραδείσῳ τοῦ ϑεοῦ οὐχ ὡμοιώϑη αὐτῷ ἐν τῷ κάλλει αὐτοῦ
Verse: 9    
διὰ τὸ πλῆϑος τῶν κλάδων αὐτοῦ, καὶ ἐζήλωσεν αὐτὸν τὰ ξύλα τοῦ παραδείσου τῆς τρυϕῆς τοῦ ϑεοῦ.
Verse: 10    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ἐγένου μέγας τῷ μεγέϑει καὶ ἔδωκας τὴν ἀρχήν σου εἰς μέσον νεϕελῶν, καὶ εἶδον ἐν τῷ ὑψωϑῆναι αὐτόν,
Verse: 11    
καὶ παρέδωκα αὐτὸν εἰς χεῖρας ἄρχοντος ἐϑνῶν, καὶ ἐποίησεν τὴν ἀπώλειαν αὐτοῦ.
Verse: 12    
καὶ ἐξωλέϑρευσαν αὐτὸν ἀλλότριοι λοιμοὶ ἀπὸ ἐϑνῶν καὶ κατέβαλον αὐτὸν ἐπὶ τῶν ὀρέων, ἐν πάσαις ταῖς ϕάραγξιν ἔπεσαν οἱ κλάδοι αὐτοῦ, καὶ συνετρίβη τὰ στελέχη αὐτοῦ ἐν παντὶ πεδίῳ τῆς γῆς, καὶ κατέβησαν ἀπὸ τῆς σκέπης αὐτῶν πάντες οἱ λαοὶ τῶν ἐϑνῶν καὶ ἠδάϕισαν αὐτόν.
Verse: 13    
ἐπὶ τὴν πτῶσιν αὐτοῦ ἀνεπαύσαντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἐπὶ τὰ στελέχη αὐτοῦ ἐγένοντο πάντα τὰ ϑηρία τοῦ ἀγροῦ,
Verse: 14    
ὅπως μὴ ὑψωϑῶσιν ἐν τῷ μεγέϑει αὐτῶν πάντα τὰ ξύλα τὰ ἐν τῷ ὕδατι· καὶ οὐκ ἔδωκαν τὴν ἀρχὴν αὐτῶν εἰς μέσον νεϕελῶν καὶ οὐκ ἔστησαν ἐν τῷ ὕψει αὐτῶν πρὸς αὐτὰ πάντες οἱ πίνοντες ὕδωρ, πάντες ἐδόϑησαν εἰς ϑάνατον εἰς γῆς βάϑος ἐν μέσῳ υἱῶν ἀνϑρώπων πρὸς καταβαίνοντας εἰς βόϑρον.
Verse: 15    
τάδε λέγει κύριος κύριος ᾽Εν ἡμέρᾳ κατέβη εἰς ᾅδου, ἐπένϑησεν αὐτὸν ἄβυσσος, καὶ ἐπέστησα τοὺς ποταμοὺς αὐτῆς καὶ ἐκώλυσα πλῆϑος ὕδατος, καὶ ἐσκότασεν ἐπ' αὐτὸν Λίβανος, πάντα τὰ ξύλα τοῦ πεδίου ἐπ' αὐτῷ ἐξελύϑησαν.
Verse: 16    
ἀπὸ τῆς ϕωνῆς τῆς πτώσεως αὐτοῦ ἐσείσϑησαν τὰ ἔϑνη, ὅτε κατεβίβαζον αὐτὸν εἰς ᾅδου μετὰ τῶν καταβαινόντων εἰς λάκκον, καὶ παρεκάλουν αὐτὸν ἐν γῇ πάντα τὰ ξύλα τῆς τρυϕῆς καὶ τὰ ἐκλεκτὰ τοῦ Λιβάνου, πάντα τὰ πίνοντα ὕδωρ.
Verse: 17    
καὶ γὰρ αὐτοὶ κατέβησαν μετ' αὐτοῦ εἰς ᾅδου ἐν τοῖς τραυματίαις ἀπὸ μαχαίρας, καὶ τὸ σπέρμα αὐτοῦ, οἱ κατοικοῦντες ὑπὸ τὴν σκέπην αὐτοῦ, ἐν μέσῳ τῆς ζωῆς αὐτῶν ἀπώλοντο.
Verse: 18    
τίνι ὡμοιώϑης; κατάβηϑι καὶ καταβιβάσϑητι μετὰ τῶν ξύλων τῆς τρυϕῆς εἰς γῆς βάϑος· ἐν μέσῳ ἀπεριτμήτων κοιμηϑήσῃ μετὰ τραυματιῶν μαχαίρας. οὕτως Φαραω καὶ τὸ πλῆϑος τῆς ἰσχύος αὐτοῦ, λέγει κύριος κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.