TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1144
Previous part

Chapter: 28 
Verse: 1    Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 2    
Καὶ σύ, υἱὲ ἀνϑρώπου, εἰπὸν τῷ ἄρχοντι Τύρου Τάδε λέγει κύριος ᾽Ανϑ' ὧν ὑψώϑη σου καρδία, καὶ εἶπας Θεός εἰμι ἐγώ, κατοικίαν ϑεοῦ κατῴκηκα ἐν καρδίᾳ ϑαλάσσης, σὺ δὲ εἶ ἄνϑρωπος καὶ οὐ ϑεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν ϑεοῦ,
Verse: 3    
μὴ σοϕώτερος εἶ σὺ τοῦ Δανιηλ; σοϕοὶ οὐκ ἐπαίδευσάν σε τῇ ἐπιστήμῃ αὐτῶν;
Verse: 4    
μὴ ἐν τῇ ἐπιστήμῃ σου ἐν τῇ ϕρονήσει σου ἐποίησας σεαυτῷ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοῖς ϑησαυροῖς σου;
Verse: 5    
ἐν τῇ πολλῇ ἐπιστήμῃ σου καὶ ἐμπορίᾳ σου ἐπλήϑυνας δύναμίν σου, ὑψώϑη καρδία σου ἐν τῇ δυνάμει σου.
Verse: 6    
διὰ τοῦτο τάδε λέγει κύριος ᾽Επειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν ϑεοῦ,
Verse: 7    
ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐϑνῶν, καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν
Verse: 8    
καὶ καταβιβάσουσίν σε, καὶ ἀποϑανῇ ϑανάτῳ τραυματιῶν ἐν καρδίᾳ ϑαλάσσης.
Verse: 9    
μὴ λέγων ἐρεῖς Θεός εἰμι ἐγώ, ἐνώπιον τῶν ἀναιρούντων σε; σὺ δὲ εἶ ἄνϑρωπος καὶ οὐ ϑεός. ἐν πλήϑει
Verse: 10    
ἀπεριτμήτων ἀπολῇ ἐν χερσὶν ἀλλοτρίων· ὅτι ἐγὼ ἐλάλησα, λέγει κύριος.
Verse: 11    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 12    
Υἱὲ ἀνϑρώπου, λαβὲ ϑρῆνον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτῷ Τάδε λέγει κύριος κύριος Σὺ ἀποσϕράγισμα ὁμοιώσεως καὶ στέϕανος κάλλους
Verse: 13    
ἐν τῇ τρυϕῇ τοῦ παραδείσου τοῦ ϑεοῦ ἐγενήϑης· πᾶν λίϑον χρηστὸν ἐνδέδεσαι, σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνϑρακα καὶ σάπϕειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέϑυστον καὶ χρυσόλιϑον καὶ βηρύλλιον καὶ ὀνύχιον, καὶ χρυσίου ἐνέπλησας τοὺς ϑησαυρούς σου καὶ τὰς ἀποϑήκας σου ἐν σοὶ ἀϕ' ἧς ἡμέρας ἐκτίσϑης σύ.
Verse: 14    
μετὰ τοῦ χερουβ ἔϑηκά σε ἐν ὄρει ἁγίῳ ϑεοῦ, ἐγενήϑης ἐν μέσῳ λίϑων πυρίνων.
Verse: 15    
ἐγενήϑης ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου ἀϕ' ἧς ἡμέρας σὺ ἐκτίσϑης ἕως εὑρέϑη τὰ ἀδικήματα ἐν σοί.
Verse: 16    
ἀπὸ πλήϑους τῆς ἐμπορίας σου ἔπλησας τὰ ταμίειά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσϑης ἀπὸ ὄρους τοῦ ϑεοῦ, καὶ ἤγαγέν σε τὸ χερουβ ἐκ μέσου λίϑων πυρίνων.
Verse: 17    
ὑψώϑη καρδία σου ἐπὶ τῷ κάλλει σου, διεϕϑάρη ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου· διὰ πλῆϑος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε, ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισϑῆναι.
Verse: 18    
διὰ τὸ πλῆϑος τῶν ἁμαρτιῶν σου καὶ τῶν ἀδικιῶν τῆς ἐμπορίας σου ἐβεβήλωσας τὰ ἱερά σου· καὶ ἐξάξω πῦρ ἐκ μέσου σου, τοῦτο καταϕάγεταί σε· καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τῆς γῆς σου ἐναντίον πάντων τῶν ὁρώντων σε.
Verse: 19    
καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοῖς ἔϑνεσιν στυγνάσουσιν ἐπὶ σέ· ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰῶνα.
Verse: 20    
Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων
Verse: 21    
Υἱὲ ἀνϑρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδῶνα καὶ προϕήτευσον ἐπ' αὐτὴν
Verse: 22    
καὶ εἰπόν Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ ἐπὶ σέ, Σιδών, καὶ ἐνδοξασϑήσομαι ἐν σοί, καὶ γνώσῃ ὅτι ἐγώ εἰμι κύριος ἐν τῷ ποιῆσαί με ἐν σοὶ κρίματα, καὶ ἁγιασϑήσομαι ἐν σοί.
Verse: 23    
αἷμα καὶ ϑάνατος ἐν ταῖς πλατείαις σου, καὶ πεσοῦνται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλῳ σου· καὶ γνώσονται διότι ἐγώ εἰμι κύριος.
Verse: 24    
καὶ οὐκ ἔσονται οὐκέτι τῷ οἴκῳ τοῦ Ισραηλ σκόλοψ πικρίας καὶ ἄκανϑα ὀδύνης ἀπὸ πάντων τῶν περικύκλῳ αὐτῶν τῶν ἀτιμασάντων αὐτούς· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος.
Verse: 25    
τάδε λέγει κύριος κύριος Καὶ συνάξω τὸν Ισραηλ ἐκ τῶν ἐϑνῶν, οὗ διεσκορπίσϑησαν ἐκεῖ, καὶ ἁγιασϑήσομαι ἐν αὐτοῖς ἐνώπιον τῶν λαῶν καὶ τῶν ἐϑνῶν· καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς αὐτῶν, ἣν δέδωκα τῷ δούλῳ μου Ιακωβ,
Verse: 26    
καὶ κατοικήσουσιν ἐπ' αὐτῆς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ ϕυτεύσουσιν ἀμπελῶνας καὶ κατοικήσουσιν ἐν ἐλπίδι, ὅταν ποιήσω κρίμα ἐν πᾶσιν τοῖς ἀτιμάσασιν αὐτοὺς ἐν τοῖς κύκλῳ αὐτῶν· καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ϑεὸς αὐτῶν καὶ ϑεὸς τῶν πατέρων αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.