TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1096
Previous part

Chapter: 43 
Verse: 1    Καὶ ἐν τῷ ἐνιαυτῷ τῷ τετάρτῳ Ιωακιμ υἱοῦ Ιωσια βασιλέως Ιουδα ἐγενήϑη λόγος κυρίου πρός με λέγων
Verse: 2    
Λαβὲ σεαυτῷ χαρτίον βιβλίου καὶ γράψον ἐπ' αὐτοῦ πάντας τοὺς λόγους, οὓς ἐχρημάτισα πρὸς σὲ ἐπὶ Ιερουσαλημ καὶ ἐπὶ Ιουδαν καὶ ἐπὶ πάντα τὰ ἔϑνη ἀϕ' ἧς ἡμέρας λαλήσαντός μου πρός σε, ἀϕ' ἡμερῶν Ιωσια βασιλέως Ιουδα καὶ ἕως τῆς ἡμέρας ταύτης·
Verse: 3    
ἴσως ἀκούσεται οἶκος Ιουδα πάντα τὰ κακά, ἐγὼ λογίζομαι ποιῆσαι αὐτοῖς, ἵνα ἀποστρέψωσιν ἀπὸ ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἵλεως ἔσομαι ταῖς ἀδικίαις αὐτῶν καὶ ταῖς ἁμαρτίαις αὐτῶν.
Verse: 4    
καὶ ἐκάλεσεν Ιερεμιας τὸν Βαρουχ υἱὸν Νηριου, καὶ ἔγραψεν ἀπὸ στόματος Ιερεμιου πάντας τοὺς λόγους κυρίου, οὓς ἐχρημάτισεν πρὸς αὐτόν, εἰς χαρτίον βιβλίου.
Verse: 5    
καὶ ἐνετείλατο Ιερεμιας τῷ Βαρουχ λέγων ᾽Εγὼ ϕυλάσσομαι, οὐ μὴ δύνωμαι εἰσελϑεῖν εἰς οἶκον κυρίου·
Verse: 6    
καὶ ἀναγνώσῃ ἐν τῷ χαρτίῳ τούτῳ εἰς τὰ ὦτα τοῦ λαοῦ ἐν οἴκῳ κυρίου ἐν ἡμέρᾳ νηστείας, καὶ ἐν ὠσὶ παντὸς Ιουδα τῶν ἐρχομένων ἐκ πόλεως αὐτῶν ἀναγνώσῃ αὐτοῖς·
Verse: 7    
ἴσως πεσεῖται ἔλεος αὐτῶν κατὰ πρόσωπον κυρίου, καὶ ἀποστρέψουσιν ἐκ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, ὅτι μέγας ϑυμὸς καὶ ὀργὴ κυρίου, ἣν ἐλάλησεν ἐπὶ τὸν λαὸν τοῦτον.
Verse: 8    
καὶ ἐποίησεν Βαρουχ κατὰ πάντα, ἐνετείλατο αὐτῷ Ιερεμιας τοῦ ἀναγνῶναι ἐν τῷ βιβλίῳ λόγους κυρίου ἐν οἴκῳ κυρίου.
Verse: 9    
καὶ ἐγενήϑη ἐν τῷ ἔτει τῷ ὀγδόῳ βασιλεῖ Ιωακιμ τῷ μηνὶ τῷ ἐνάτῳ ἐξεκκλησίασαν νηστείαν κατὰ πρόσωπον κυρίου πᾶς λαὸς ἐν Ιερουσαλημ καὶ οἶκος Ιουδα.
Verse: 10    
καὶ ἀνεγίνωσκε Βαρουχ ἐν τῷ βιβλίῳ τοὺς λόγους Ιερεμιου ἐν οἴκῳ κυρίου ἐν οἴκῳ Γαμαριου υἱοῦ Σαϕαν τοῦ γραμματέως ἐν τῇ αὐλῇ τῇ ἐπάνω ἐν προϑύροις πύλης τοῦ οἴκου κυρίου τῆς καινῆς ἐν ὠσὶ παντὸς τοῦ λαοῦ.
Verse: 11    
καὶ ἤκουσεν Μιχαιας υἱὸς Γαμαριου υἱοῦ Σαϕαν ἅπαντας τοὺς λόγους κυρίου ἐκ τοῦ βιβλίου·
Verse: 12    
καὶ κατέβη εἰς οἶκον τοῦ βασιλέως εἰς τὸν οἶκον τοῦ γραμματέως, καὶ ἰδοὺ ἐκεῖ πάντες οἱ ἄρχοντες ἐκάϑηντο, Ελισαμα γραμματεὺς καὶ Δαλαιας υἱὸς Σελεμιου καὶ Ελναϑαν υἱὸς Ακχοβωρ καὶ Γαμαριας υἱὸς Σαϕαν καὶ Σεδεκιας υἱὸς Ανανιου καὶ πάντες οἱ ἄρχοντες,
Verse: 13    
καὶ ἀνήγγειλεν αὐτοῖς Μιχαιας πάντας τοὺς λόγους, οὓς ἤκουσεν ἀναγινώσκοντος τοῦ Βαρουχ εἰς τὰ ὦτα τοῦ λαοῦ.
Verse: 14    
καὶ ἀπέστειλαν πάντες οἱ ἄρχοντες πρὸς Βαρουχ υἱὸν Νηριου τὸν Ιουδιν υἱὸν Ναϑανιου υἱοῦ Σελεμιου υἱοῦ Χουσι λέγοντες Τὸ χαρτίον, ἐν σὺ ἀναγινώσκεις ἐν αὐτῷ ἐν ὠσὶ τοῦ λαοῦ, λαβὲ αὐτὸ εἰς τὴν χεῖρά σου καὶ ἧκε· καὶ ἔλαβεν Βαρουχ τὸ χαρτίον καὶ κατέβη πρὸς αὐτούς.
Verse: 15    
καὶ εἶπαν αὐτῷ Πάλιν ἀνάγνωϑι εἰς τὰ ὦτα ἡμῶν· καὶ ἀνέγνω Βαρουχ.
Verse: 16    
καὶ ἐγενήϑη ὡς ἤκουσαν πάντας τοὺς λόγους, συνεβουλεύσαντο ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ εἶπαν ᾽Αναγγέλλοντες ἀναγγείλωμεν τῷ βασιλεῖ ἅπαντας τοὺς λόγους τούτους.
Verse: 17    
καὶ τὸν Βαρουχ ἠρώτησαν λέγοντες Πόϑεν ἔγραψας πάντας τοὺς λόγους τούτους;
Verse: 18    
καὶ εἶπεν Βαρουχ ᾽Απὸ στόματος αὐτοῦ ἀνήγγειλέν μοι Ιερεμιας πάντας τοὺς λόγους τούτους, καὶ ἔγραϕον ἐν βιβλίῳ.
Verse: 19    
καὶ εἶπαν τῷ Βαρουχ Βάδισον κατακρύβηϑι, σὺ καὶ Ιερεμιας· ἄνϑρωπος μὴ γνώτω ποῦ ὑμεῖς.
Verse: 20    
καὶ εἰσῆλϑον πρὸς τὸν βασιλέα εἰς τὴν αὐλήν, καὶ τὸ χαρτίον ἔδωκαν ϕυλάσσειν ἐν οἴκῳ Ελισαμα, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ πάντας τοὺς λόγους.
Verse: 21    
καὶ ἀπέστειλεν βασιλεὺς τὸν Ιουδιν λαβεῖν τὸ χαρτίον, καὶ ἔλαβεν αὐτὸ ἐξ οἴκου Ελισαμα· καὶ ἀνέγνω Ιουδιν εἰς τὰ ὦτα τοῦ βασιλέως καὶ εἰς τὰ ὦτα πάντων τῶν ἀρχόντων τῶν ἑστηκότων περὶ τὸν βασιλέα.
Verse: 22    
καὶ βασιλεὺς ἐκάϑητο ἐν οἴκῳ χειμερινῷ, καὶ ἐσχάρα πυρὸς κατὰ πρόσωπον αὐτοῦ.
Verse: 23    
καὶ ἐγενήϑη ἀναγινώσκοντος Ιουδιν τρεῖς σελίδας καὶ τέσσαρας, ἀπέτεμνεν αὐτὰς τῷ ξυρῷ τοῦ γραμματέως καὶ ἔρριπτεν εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας, ἕως ἐξέλιπεν πᾶς χάρτης εἰς τὸ πῦρ τὸ ἐπὶ τῆς ἐσχάρας.
Verse: 24    
καὶ οὐκ ἐζήτησαν καὶ οὐ διέρρηξαν τὰ ἱμάτια αὐτῶν βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ οἱ ἀκούοντες πάντας τοὺς λόγους τούτους·
Verse: 25    
καὶ Ελναϑαν καὶ Γοδολιας καὶ Γαμαριας ὑπέϑεντο τῷ βασιλεῖ πρὸς τὸ μὴ κατακαῦσαι τὸ χαρτίον.
Verse: 26    
καὶ ἐνετείλατο βασιλεὺς τῷ Ιερεμεηλ υἱῷ τοῦ βασιλέως καὶ τῷ Σαραια υἱῷ Εσριηλ συλλαβεῖν τὸν Βαρουχ καὶ τὸν Ιερεμιαν· καὶ κατεκρύβησαν.
Verse: 27    
Καὶ ἐγένετο λόγος κυρίου πρὸς Ιερεμιαν μετὰ τὸ κατακαῦσαι τὸν βασιλέα τὸ χαρτίον, πάντας τοὺς λόγους οὓς ἔγραψεν Βαρουχ ἀπὸ στόματος Ιερεμιου, λέγων
Verse: 28    
Πάλιν λαβὲ σὺ χαρτίον ἕτερον καὶ γράψον πάντας τοὺς λόγους τοὺς ὄντας ἐπὶ τοῦ χαρτίου, οὓς κατέκαυσεν βασιλεὺς Ιωακιμ.
Verse: 29    
καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Σὺ κατέκαυσας τὸ χαρτίον τοῦτο λέγων Διὰ τί ἔγραψας ἐπ' αὐτῷ λέγων Εἰσπορευόμενος εἰσπορεύσεται βασιλεὺς Βαβυλῶνος καὶ ἐξολεϑρεύσει τὴν γῆν ταύτην, καὶ ἐκλείψει ἀπ' αὐτῆς ἄνϑρωπος καὶ κτήνη;
Verse: 30    
διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπὶ Ιωακιμ βασιλέα Ιουδα Οὐκ ἔσται αὐτῷ καϑήμενος ἐπὶ ϑρόνου Δαυιδ, καὶ τὸ ϑνησιμαῖον αὐτοῦ ἔσται ἐρριμμένον ἐν τῷ καύματι τῆς ἡμέρας καὶ ἐν τῷ παγετῷ τῆς νυκτός·
Verse: 31    
καὶ ἐπισκέψομαι ἐπ' αὐτὸν καὶ ἐπὶ τὸ γένος αὐτοῦ καὶ ἐπὶ τοὺς παῖδας αὐτοῦ καὶ ἐπάξω ἐπ' αὐτοὺς καὶ ἐπὶ τοὺς κατοικοῦντας Ιερουσαλημ καὶ ἐπὶ γῆν Ιουδα πάντα τὰ κακά, ἐλάλησα πρὸς αὐτοὺς καὶ οὐκ ἤκουσαν.
Verse: 32    
καὶ ἔλαβεν Βαρουχ χαρτίον ἕτερον καὶ ἔγραψεν ἐπ' αὐτῷ ἀπὸ στόματος Ιερεμιου ἅπαντας τοὺς λόγους τοῦ βιβλίου, οὗ κατέκαυσεν Ιωακιμ· καὶ ἔτι προσετέϑησαν αὐτῷ λόγοι πλείονες ὡς οὗτοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.