TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1087
Previous part

Chapter: 34 
Verse: 2    Οὕτως εἶπεν κύριος Ποίησον δεσμοὺς καὶ κλοιοὺς καὶ περίϑου περὶ τὸν τράχηλόν σου·
Verse: 3    
καὶ ἀποστελεῖς αὐτοὺς πρὸς βασιλέα Ιδουμαίας καὶ πρὸς βασιλέα Μωαβ καὶ πρὸς βασιλέα υἱῶν Αμμων καὶ πρὸς βασιλέα Τύρου καὶ πρὸς βασιλέα Σιδῶνος ἐν χερσὶν ἀγγέλων αὐτῶν τῶν ἐρχομένων εἰς ἀπάντησιν αὐτῶν εἰς Ιερουσαλημ πρὸς Σεδεκιαν βασιλέα Ιουδα.
Verse: 4    
καὶ συντάξεις αὐτοῖς πρὸς τοὺς κυρίους αὐτῶν εἰπεῖν Οὕτως εἶπεν κύριος ϑεὸς Ισραηλ Οὕτως ἐρεῖτε πρὸς τοὺς κυρίους ὑμῶν
Verse: 5    
ὅτι ἐγὼ ἐποίησα τὴν γῆν ἐν τῇ ἰσχύι μου τῇ μεγάλῃ καὶ ἐν τῷ ἐπιχείρῳ μου τῷ ὑψηλῷ καὶ δώσω αὐτὴν ἐὰν δόξῃ ἐν ὀϕϑαλμοῖς μου.
Verse: 6    
ἔδωκα τὴν γῆν τῷ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος δουλεύειν αὐτῷ, καὶ τὰ ϑηρία τοῦ ἀγροῦ ἐργάζεσϑαι αὐτῷ.
Verse: 8    
καὶ τὸ ἔϑνος καὶ βασιλεία, ὅσοι ἐὰν μὴ ἐμβάλωσιν τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐτούς, εἶπεν κύριος, ἕως ἐκλίπωσιν ἐν χειρὶ αὐτοῦ.
Verse: 9    
καὶ ὑμεῖς μὴ ἀκούετε τῶν ψευδοπροϕητῶν ὑμῶν καὶ τῶν μαντευομένων ὑμῖν καὶ τῶν ἐνυπνιαζομένων ὑμῖν καὶ τῶν οἰωνισμάτων ὑμῶν καὶ τῶν ϕαρμακῶν ὑμῶν τῶν λεγόντων Οὐ μὴ ἐργάσησϑε τῷ βασιλεῖ Βαβυλῶνος·
Verse: 10    
ὅτι ψευδῆ αὐτοὶ προϕητεύουσιν ὑμῖν πρὸς τὸ μακρῦναι ὑμᾶς ἀπὸ τῆς γῆς ὑμῶν.
Verse: 11    
καὶ τὸ ἔϑνος, ἐὰν εἰσαγάγῃ τὸν τράχηλον αὐτοῦ ὑπὸ τὸν ζυγὸν βασιλέως Βαβυλῶνος καὶ ἐργάσηται αὐτῷ, καὶ καταλείψω αὐτὸν ἐπὶ τῆς γῆς αὐτοῦ, καὶ ἐργᾶται αὐτῷ καὶ ἐνοικήσει ἐν αὐτῇ.
Verse: 12    
καὶ πρὸς Σεδεκιαν βασιλέα Ιουδα ἐλάλησα κατὰ πάντας τοὺς λόγους τούτους λέγων Εἰσαγάγετε τὸν τράχηλον ὑμῶν
Verse: 14    
καὶ ἐργάσασϑε τῷ βασιλεῖ Βαβυλῶνος, ὅτι ἄδικα αὐτοὶ προϕητεύουσιν ὑμῖν·
Verse: 15    
ὅτι οὐκ ἀπέστειλα αὐτούς, ϕησὶν κύριος, καὶ προϕητεύουσιν τῷ ὀνόματί μου ἐπ' ἀδίκῳ πρὸς τὸ ἀπολέσαι ὑμᾶς, καὶ ἀπολεῖσϑε ὑμεῖς καὶ οἱ προϕῆται ὑμῶν οἱ προϕητεύοντες ὑμῖν ἐπ' ἀδίκῳ ψευδῆ.
Verse: 16    
ὑμῖν καὶ παντὶ τῷ λαῷ τούτῳ καὶ τοῖς ἱερεῦσιν ἐλάλησα λέγων Οὕτως εἶπεν κύριος Μὴ ἀκούετε τῶν λόγων τῶν προϕητῶν τῶν προϕητευόντων ὑμῖν λεγόντων ᾽Ιδοὺ σκεύη οἴκου κυρίου ἐπιστρέψει ἐκ Βαβυλῶνος· ὅτι ἄδικα αὐτοὶ προϕητεύουσιν ὑμῖν, οὐκ ἀπέστειλα αὐτούς.
Verse: 18    
εἰ προϕῆταί εἰσιν καὶ εἰ ἔστιν λόγος κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσάν μοι·
Verse: 19    
ὅτι οὕτως εἶπεν κύριος Καὶ τῶν ἐπιλοίπων σκευῶν,
Verse: 20    
ὧν οὐκ ἔλαβεν βασιλεὺς Βαβυλῶνος, ὅτε ἀπῴκισεν τὸν Ιεχονιαν ἐξ Ιερουσαλημ,
Verse: 22    
εἰς Βαβυλῶνα εἰσελεύσεται, λέγει κύριος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.