TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1085
Previous part

Chapter: 32 
Verse: 13    ῞Οσα ἐπροϕήτευσεν Ιερεμιας ἐπὶ πάντα τὰ ἔϑνη.
Verse: 15    
Οὕτως εἶπεν κύριος ϑεὸς Ισραηλ Λαβὲ τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς πάντα τὰ ἔϑνη, πρὸς ἐγὼ ἀποστέλλω σε πρὸς αὐτούς,
Verse: 16    
καὶ πίονται καὶ ἐξεμοῦνται καὶ μανήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον αὐτῶν.
Verse: 17    
καὶ ἔλαβον τὸ ποτήριον ἐκ χειρὸς κυρίου καὶ ἐπότισα τὰ ἔϑνη, πρὸς ἀπέστειλέν με κύριος ἐπ' αὐτά,
Verse: 18    
τὴν Ιερουσαλημ καὶ τὰς πόλεις Ιουδα καὶ βασιλεῖς Ιουδα καὶ ἄρχοντας αὐτοῦ τοῦ ϑεῖναι αὐτὰς εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν
Verse: 19    
καὶ τὸν Φαραω βασιλέα Αἰγύπτου καὶ τοὺς παῖδας αὐτοῦ καὶ τοὺς μεγιστᾶνας αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ
Verse: 20    
καὶ πάντας τοὺς συμμίκτους αὐτοῦ καὶ πάντας τοὺς βασιλεῖς ἀλλοϕύλων, τὴν ᾽Ασκαλῶνα καὶ τὴν Γάζαν καὶ τὴν Ακκαρων καὶ τὸ ἐπίλοιπον ᾽Αζώτου
Verse: 21    
καὶ τὴν Ιδουμαίαν καὶ τὴν Μωαβῖτιν καὶ τοὺς υἱοὺς Αμμων
Verse: 22    
καὶ πάντας βασιλεῖς Τύρου καὶ βασιλεῖς Σιδῶνος καὶ βασιλεῖς τοὺς ἐν τῷ πέραν τῆς ϑαλάσσης
Verse: 23    
καὶ τὴν Δαιδαν καὶ τὴν Θαιμαν καὶ τὴν Ρως καὶ πᾶν περικεκαρμένον κατὰ πρόσωπον αὐτοῦ
Verse: 24    
καὶ πάντας τοὺς συμμίκτους τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ
Verse: 25    
καὶ πάντας βασιλεῖς Αιλαμ καὶ πάντας βασιλεῖς Περσῶν
Verse: 26    
καὶ πάντας βασιλεῖς ἀπὸ ἀπηλιώτου τοὺς πόρρω καὶ τοὺς ἐγγύς, ἕκαστον πρὸς τὸν ἀδελϕὸν αὐτοῦ, καὶ πάσας τὰς βασιλείας τὰς ἐπὶ προσώπου τῆς γῆς.
Verse: 27    
καὶ ἐρεῖς αὐτοῖς Οὕτως εἶπεν κύριος παντοκράτωρ Πίετε καὶ μεϑύσϑητε καὶ ἐξεμέσατε καὶ πεσεῖσϑε καὶ οὐ μὴ ἀναστῆτε ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστέλλω ἀνὰ μέσον ὑμῶν.
Verse: 28    
καὶ ἔσται ὅταν μὴ βούλωνται δέξασϑαι τὸ ποτήριον ἐκ τῆς χειρός σου ὥστε πιεῖν, καὶ ἐρεῖς Οὕτως εἶπεν κύριος Πιόντες πίεσϑε·
Verse: 29    
ὅτι ἐν πόλει, ἐν ὠνομάσϑη τὸ ὄνομά μου ἐπ' αὐτήν, ἐγὼ ἄρχομαι κακῶσαι, καὶ ὑμεῖς καϑάρσει οὐ μὴ καϑαρισϑῆτε, ὅτι μάχαιραν ἐγὼ καλῶ ἐπὶ τοὺς καϑημένους ἐπὶ τῆς γῆς.
Verse: 30    
καὶ σὺ προϕητεύσεις ἐπ' αὐτοὺς τοὺς λόγους τούτους καὶ ἐρεῖς Κύριος ἀϕ' ὑψηλοῦ χρηματιεῖ, ἀπὸ τοῦ ἁγίου αὐτοῦ δώσει ϕωνὴν αὐτοῦ· λόγον χρηματιεῖ ἐπὶ τοῦ τόπου αὐτοῦ, καὶ αιδαδ ὥσπερ τρυγῶντες ἀποκριϑήσονται· καὶ ἐπὶ τοὺς καϑημένους ἐπὶ τὴν γῆν
Verse: 31    
ἥκει ὄλεϑρος ἐπὶ μέρος τῆς γῆς, ὅτι κρίσις τῷ κυρίῳ ἐν τοῖς ἔϑνεσιν, κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα, οἱ δὲ ἀσεβεῖς ἐδόϑησαν εἰς μάχαιραν, λέγει κύριος.
Verse: 32    
οὕτως εἶπεν κύριος ᾽Ιδοὺ κακὰ ἔρχεται ἀπὸ ἔϑνους ἐπὶ ἔϑνος, καὶ λαῖλαψ μεγάλη ἐκπορεύεται ἀπ' ἐσχάτου τῆς γῆς.
Verse: 33    
καὶ ἔσονται τραυματίαι ὑπὸ κυρίου ἐν ἡμέρᾳ κυρίου ἐκ μέρους τῆς γῆς καὶ ἕως εἰς μέρος τῆς γῆς· οὐ μὴ κατορυγῶσιν, εἰς κόπρια ἐπὶ προσώπου τῆς γῆς ἔσονται.
Verse: 34    
ἀλαλάξατε, ποιμένες, καὶ κεκράξατε· καὶ κόπτεσϑε, οἱ κριοὶ τῶν προβάτων· ὅτι ἐπληρώϑησαν αἱ ἡμέραι ὑμῶν εἰς σϕαγήν, καὶ πεσεῖσϑε ὥσπερ οἱ κριοὶ οἱ ἐκλεκτοί·
Verse: 35    
καὶ ἀπολεῖται ϕυγὴ ἀπὸ τῶν ποιμένων καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων.
Verse: 36    
ϕωνὴ κραυγῆς τῶν ποιμένων καὶ ἀλαλαγμὸς τῶν προβάτων καὶ τῶν κριῶν, ὅτι ὠλέϑρευσεν κύριος τὰ βοσκήματα αὐτῶν,
Verse: 37    
καὶ παύσεται τὰ κατάλοιπα τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς ϑυμοῦ μου.
Verse: 38    
ἐγκατέλιπεν ὥσπερ λέων κατάλυμα αὐτοῦ, ὅτι ἐγενήϑη γῆ αὐτῶν εἰς ἄβατον ἀπὸ προσώπου τῆς μαχαίρας τῆς μεγάλης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.