TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 107
Previous part

Chapter: 17 
Verse: 1    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
Verse: 2    
Λάλησον πρὸς Ααρων καὶ πρὸς τοὺς υἱοὺς αὐτοῦ καὶ πρὸς πάντας υἱοὺς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Τοῦτο τὸ ῥῆμα, ἐνετείλατο κύριος λέγων
Verse: 3    
῎Ανϑρωπος ἄνϑρωπος τῶν υἱῶν Ισραηλ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν σϕάξῃ μόσχον πρόβατον αἶγα ἐν τῇ παρεμβολῇ καὶ ὃς ἂν σϕάξῃ ἔξω τῆς παρεμβολῆς
Verse: 4    
καὶ ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ὥστε ποιῆσαι αὐτὸ εἰς ὁλοκαύτωμα σωτήριον κυρίῳ δεκτὸν εἰς ὀσμὴν εὐωδίας, καὶ ὃς ἂν σϕάξῃ ἔξω καὶ ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ αὐτὸ ὥστε μὴ προσενέγκαι δῶρον κυρίῳ ἀπέναντι τῆς σκηνῆς κυρίου, καὶ λογισϑήσεται τῷ ἀνϑρώπῳ ἐκείνῳ αἷμα· αἷμα ἐξέχεεν, ἐξολεϑρευϑήσεται ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς·
Verse: 5    
ὅπως ἀναϕέρωσιν οἱ υἱοὶ Ισραηλ τὰς ϑυσίας αὐτῶν, ὅσας ἂν αὐτοὶ σϕάξουσιν ἐν τοῖς πεδίοις, καὶ οἴσουσιν τῷ κυρίῳ ἐπὶ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου πρὸς τὸν ἱερέα καὶ ϑύσουσιν ϑυσίαν σωτηρίου τῷ κυρίῳ αὐτά·
Verse: 6    
καὶ προσχεεῖ ἱερεὺς τὸ αἷμα ἐπὶ τὸ ϑυσιαστήριον κύκλῳ ἀπέναντι κυρίου παρὰ τὰς ϑύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἀνοίσει τὸ στέαρ εἰς ὀσμὴν εὐωδίας κυρίῳ·
Verse: 7    
καὶ οὐ ϑύσουσιν ἔτι τὰς ϑυσίας αὐτῶν τοῖς ματαίοις, οἷς αὐτοὶ ἐκπορνεύουσιν ὀπίσω αὐτῶν· νόμιμον αἰώνιον ἔσται ὑμῖν εἰς τὰς γενεὰς ὑμῶν.
Verse: 8    
Καὶ ἐρεῖς πρὸς αὐτούς ῎Ανϑρωπος ἄνϑρωπος τῶν υἱῶν Ισραηλ καὶ ἀπὸ τῶν υἱῶν τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ποιήσῃ ὁλοκαύτωμα ϑυσίαν
Verse: 9    
καὶ ἐπὶ τὴν ϑύραν τῆς σκηνῆς τοῦ μαρτυρίου μὴ ἐνέγκῃ ποιῆσαι αὐτὸ τῷ κυρίῳ, ἐξολεϑρευϑήσεται ἄνϑρωπος ἐκεῖνος ἐκ τοῦ λαοῦ αὐτοῦ.
Verse: 10    
Καὶ ἄνϑρωπος ἄνϑρωπος τῶν υἱῶν Ισραηλ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ϕάγῃ πᾶν αἷμα, καὶ ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὴν ψυχὴν τὴν ἔσϑουσαν τὸ αἷμα καὶ ἀπολῶ αὐτὴν ἐκ τοῦ λαοῦ αὐτῆς.
Verse: 11    
γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ ἐγὼ δέδωκα αὐτὸ ὑμῖν ἐπὶ τοῦ ϑυσιαστηρίου ἐξιλάσκεσϑαι περὶ τῶν ψυχῶν ὑμῶν· τὸ γὰρ αἷμα αὐτοῦ ἀντὶ τῆς ψυχῆς ἐξιλάσεται.
Verse: 12    
διὰ τοῦτο εἴρηκα τοῖς υἱοῖς Ισραηλ Πᾶσα ψυχὴ ἐξ ὑμῶν οὐ ϕάγεται αἷμα, καὶ προσήλυτος προσκείμενος ἐν ὑμῖν οὐ ϕάγεται αἷμα.
Verse: 13    
καὶ ἄνϑρωπος ἄνϑρωπος τῶν υἱῶν Ισραηλ καὶ τῶν προσηλύτων τῶν προσκειμένων ἐν ὑμῖν, ὃς ἂν ϑηρεύσῃ ϑήρευμα ϑηρίον πετεινόν, ἔσϑεται, καὶ ἐκχεεῖ τὸ αἷμα καὶ καλύψει αὐτὸ τῇ γῇ·
Verse: 14    
γὰρ ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν, καὶ εἶπα τοῖς υἱοῖς Ισραηλ Αἷμα πάσης σαρκὸς οὐ ϕάγεσϑε, ὅτι ψυχὴ πάσης σαρκὸς αἷμα αὐτοῦ ἐστιν· πᾶς ἔσϑων αὐτὸ ἐξολεϑρευϑήσεται.
Verse: 15    
Καὶ πᾶσα ψυχή, ἥτις ϕάγεται ϑνησιμαῖον ϑηριάλωτον ἐν τοῖς αὐτόχϑοσιν ἐν τοῖς προσηλύτοις, πλυνεῖ τὰ ἱμάτια αὐτοῦ καὶ λούσεται ὕδατι καὶ ἀκάϑαρτος ἔσται ἕως ἑσπέρας καὶ καϑαρὸς ἔσται·
Verse: 16    
ἐὰν δὲ μὴ πλύνῃ τὰ ἱμάτια καὶ τὸ σῶμα μὴ λούσηται ὕδατι, καὶ λήμψεται ἀνόμημα αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.