TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1066
Previous part

Chapter: 13 
Verse: 1    Τάδε λέγει κύριος Βάδισον καὶ κτῆσαι σεαυτῷ περίζωμα λινοῦν καὶ περίϑου περὶ τὴν ὀσϕύν σου, καὶ ἐν ὕδατι οὐ διελεύσεται.
Verse: 2    
καὶ ἐκτησάμην τὸ περίζωμα κατὰ τὸν λόγον κυρίου καὶ περιέϑηκα περὶ τὴν ὀσϕύν μου.
Verse: 3    
καὶ ἐγενήϑη λόγος κυρίου πρός με λέγων
Verse: 4    
Λαβὲ τὸ περίζωμα τὸ περὶ τὴν ὀσϕύν σου καὶ ἀνάστηϑι καὶ βάδισον ἐπὶ τὸν Εὐϕράτην καὶ κατάκρυψον αὐτὸ ἐκεῖ ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας.
Verse: 5    
καὶ ἐπορεύϑην καὶ ἔκρυψα αὐτὸ ἐν τῷ Εὐϕράτῃ, καϑὼς ἐνετείλατό μοι κύριος.
Verse: 6    
καὶ ἐγένετο μεϑ' ἡμέρας πολλὰς καὶ εἶπεν κύριος πρός με ᾽Ανάστηϑι βάδισον ἐπὶ τὸν Εὐϕράτην καὶ λαβὲ ἐκεῖϑεν τὸ περίζωμα, ἐνετειλάμην σοι τοῦ κατακρύψαι ἐκεῖ.
Verse: 7    
καὶ ἐπορεύϑην ἐπὶ τὸν Εὐϕράτην ποταμὸν καὶ ὤρυξα καὶ ἔλαβον τὸ περίζωμα ἐκ τοῦ τόπου, οὗ κατώρυξα αὐτὸ ἐκεῖ, καὶ ἰδοὺ διεϕϑαρμένον ἦν, οὐ μὴ χρησϑῇ εἰς οὐϑέν.
Verse: 8    
καὶ ἐγενήϑη λόγος κυρίου πρός με λέγων
Verse: 9    
Τάδε λέγει κύριος Οὕτω ϕϑερῶ τὴν ὕβριν Ιουδα καὶ τὴν ὕβριν Ιερουσαλημ,
Verse: 10    
τὴν πολλὴν ταύτην ὕβριν, τοὺς μὴ βουλομένους ὑπακούειν τῶν λόγων μου καὶ πορευϑέντας ὀπίσω ϑεῶν ἀλλοτρίων τοῦ δουλεύειν αὐτοῖς καὶ τοῦ προσκυνεῖν αὐτοῖς, καὶ ἔσονται ὥσπερ τὸ περίζωμα τοῦτο, οὐ χρησϑήσεται εἰς οὐϑέν.
Verse: 11    
ὅτι καϑάπερ κολλᾶται τὸ περίζωμα περὶ τὴν ὀσϕὺν τοῦ ἀνϑρώπου, οὕτως ἐκόλλησα
Verse: 11    
πρὸς ἐμαυτὸν τὸν οἶκον τοῦ Ισραηλ καὶ πᾶν οἶκον Ιουδα τοῦ γενέσϑαι μοι εἰς λαὸν ὀνομαστὸν καὶ εἰς καύχημα καὶ εἰς δόξαν, καὶ οὐκ εἰσήκουσάν μου.
Verse: 12    
καὶ ἐρεῖς πρὸς τὸν λαὸν τοῦτον Πᾶς ἀσκὸς πληρωϑήσεται οἴνου. καὶ ἔσται ἐὰν εἴπωσιν πρὸς σέ Μὴ γνόντες οὐ γνωσόμεϑα ὅτι πᾶς ἀσκὸς πληρωϑήσεται οἴνου;
Verse: 13    
καὶ ἐρεῖς πρὸς αὐτούς Τάδε λέγει κύριος ᾽Ιδοὺ ἐγὼ πληρῶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην καὶ τοὺς βασιλεῖς αὐτῶν τοὺς καϑημένους υἱοὺς Δαυιδ ἐπὶ ϑρόνου αὐτοῦ καὶ τοὺς ἱερεῖς καὶ τοὺς προϕήτας καὶ τὸν Ιουδαν καὶ πάντας τοὺς κατοικοῦντας Ιερουσαλημ μεϑύσματι
Verse: 14    
καὶ διασκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελϕὸν αὐτοῦ καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐν τῷ αὐτῷ· οὐκ ἐπιποϑήσω, λέγει κύριος, καὶ οὐ ϕείσομαι καὶ οὐκ οἰκτιρήσω ἀπὸ διαϕϑορᾶς αὐτῶν.
Verse: 15    
᾽Ακούσατε καὶ ἐνωτίσασϑε καὶ μὴ ἐπαίρεσϑε, ὅτι κύριος ἐλάλησεν.
Verse: 16    
δότε τῷ κυρίῳ ϑεῷ ὑμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι καὶ πρὸς τοῦ προσκόψαι πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινὰ καὶ ἀναμενεῖτε εἰς ϕῶς καὶ ἐκεῖ σκιὰ ϑανάτου καὶ τεϑήσονται εἰς σκότος.
Verse: 17    
ἐὰν δὲ μὴ ἀκούσητε, κεκρυμμένως κλαύσεται ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ὀϕϑαλμοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου.
Verse: 18    
εἴπατε τῷ βασιλεῖ καὶ τοῖς δυναστεύουσιν Ταπεινώϑητε καὶ καϑίσατε, ὅτι καϑῃρέϑη ἀπὸ κεϕαλῆς ὑμῶν στέϕανος δόξης ὑμῶν.
Verse: 19    
πόλεις αἱ πρὸς νότον συνεκλείσϑησαν, καὶ οὐκ ἦν ἀνοίγων· ἀπῳκίσϑη Ιουδας, συνετέλεσεν ἀποικίαν τελείαν.
Verse: 20    
᾽Ανάλαβε ὀϕϑαλμούς σου, Ιερουσαλημ, καὶ ἰδὲ τοὺς ἐρχομένους ἀπὸ βορρᾶ· ποῦ ἐστιν τὸ ποίμνιον, ἐδόϑη σοι, πρόβατα δόξης σου;
Verse: 21    
τί ἐρεῖς ὅταν ἐπισκέπτωνταί σε; καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαϑήματα εἰς ἀρχήν· οὐκ ὠδῖνες καϑέξουσίν σε καϑὼς γυναῖκα τίκτουσαν;
Verse: 22    
καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου Διὰ τί ἀπήντησέν μοι ταῦτα; διὰ τὸ πλῆϑος τῆς ἀδικίας σου ἀνεκαλύϕϑη τὰ ὀπίσϑιά σου παραδειγματισϑῆναι τὰς πτέρνας σου.
Verse: 23    
εἰ ἀλλάξεται Αἰϑίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ ὑμεῖς δυνήσεσϑε εὖ ποιῆσαι μεμαϑηκότες τὰ κακά.
Verse: 24    
καὶ διέσπειρα αὐτοὺς ὡς ϕρύγανα ϕερόμενα ὑπὸ ἀνέμου εἰς ἔρημον.
Verse: 25    
οὗτος κλῆρός σου καὶ μερὶς τοῦ ἀπειϑεῖν ὑμᾶς ἐμοί, λέγει κύριος, ὡς ἐπελάϑου μου καὶ ἤλπισας ἐπὶ ψεύδεσιν.
Verse: 26    
κἀγὼ ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ ὀϕϑήσεται ἀτιμία σου.
Verse: 27    
καὶ μοιχεία σου καὶ χρεμετισμός σου καὶ ἀπαλλοτρίωσις τῆς πορνείας σου, ἐπὶ τῶν βουνῶν καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου· οὐαί σοι, Ιερουσαλημ, ὅτι οὐκ ἐκαϑαρίσϑης ὀπίσω μου, ἕως τίνος ἔτι;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.