TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1057
Chapter: 4
Verse: 1
᾽Εὰν
ἐπιστραϕῇ
Ισραηλ
,
λέγει
κύριος
,
πρός
με
ἐπιστραϕήσεται
·
ἐὰν
περιέλῃ
τὰ
βδελύγματα
αὐτοῦ
ἐκ
στόματος
αὐτοῦ
καὶ
ἀπὸ
τοῦ
προσώπου
μου
εὐλαβηϑῇ
Verse: 2
καὶ
ὀμόσῃ
Ζῇ
κύριος
μετὰ
ἀληϑείας
καὶ
ἐν
κρίσει
καὶ
ἐν
δικαιοσύνῃ
,
καὶ
εὐλογήσουσιν
ἐν
αὐτῇ
ἔϑνη
καὶ
ἐν
αὐτῷ
αἰνέσουσιν
τῷ
ϑεῷ
ἐν
Ιερουσαλημ
.
Verse: 3
ὅτι
τάδε
λέγει
κύριος
τοῖς
ἀνδράσιν
Ιουδα
καὶ
τοῖς
κατοικοῦσιν
Ιερουσαλημ
Νεώσατε
ἑαυτοῖς
νεώματα
καὶ
μὴ
σπείρητε
ἐπ
'
ἀκάνϑαις
.
Verse: 4
περιτμήϑητε
τῷ
ϑεῷ
ὑμῶν
καὶ
περιτέμεσϑε
τὴν
σκληροκαρδίαν
ὑμῶν
,
ἄνδρες
Ιουδα
καὶ
οἱ
κατοικοῦντες
Ιερουσαλημ
,
μὴ
ἐξέλϑῃ
ὡς
πῦρ
ὁ
ϑυμός
μου
καὶ
ἐκκαυϑήσεται
,
καὶ
οὐκ
ἔσται
ὁ
σβέσων
ἀπὸ
προσώπου
πονηρίας
ἐπιτηδευμάτων
ὑμῶν
.
Verse: 5
᾽Αναγγείλατε
ἐν
τῷ
Ιουδα
,
καὶ
ἀκουσϑήτω
ἐν
Ιερουσαλημ
·
εἴπατε
Σημάνατε
ἐπὶ
τῆς
γῆς
σάλπιγγι
καὶ
κεκράξατε
μέγα
·
εἴπατε
Συνάχϑητε
καὶ
εἰσέλϑωμεν
εἰς
τὰς
πόλεις
τὰς
τειχήρεις
.
Verse: 6
ἀναλαβόντες
ϕεύγετε
εἰς
Σιων
·
σπεύσατε
μὴ
στῆτε
,
ὅτι
κακὰ
ἐγὼ
ἐπάγω
ἀπὸ
βορρᾶ
καὶ
συντριβὴν
μεγάλην
.
Verse: 7
ἀνέβη
λέων
ἐκ
τῆς
μάνδρας
αὐτοῦ
,
ἐξολεϑρεύων
ἔϑνη
ἐξῆρεν
καὶ
ἐξῆλϑεν
ἐκ
τοῦ
τόπου
αὐτοῦ
τοῦ
ϑεῖναι
τὴν
γῆν
εἰς
ἐρήμωσιν
,
καὶ
πόλεις
καϑαιρεϑήσονται
παρὰ
τὸ
μὴ
κατοικεῖσϑαι
αὐτάς
.
Verse: 8
ἐπὶ
τούτοις
περιζώσασϑε
σάκκους
καὶ
κόπτεσϑε
καὶ
ἀλαλάξατε
,
διότι
οὐκ
ἀπεστράϕη
ὁ
ϑυμὸς
κυρίου
ἀϕ
'
ὑμῶν
.
Verse: 9
καὶ
ἔσται
ἐν
ἐκείνῃ
τῇ
ἡμέρᾳ
,
λέγει
κύριος
,
ἀπολεῖται
ἡ
καρδία
τοῦ
βασιλέως
καὶ
ἡ
καρδία
τῶν
ἀρχόντων
,
καὶ
οἱ
ἱερεῖς
ἐκστήσονται
,
καὶ
οἱ
προϕῆται
ϑαυμάσονται
.
Verse: 10
καὶ
εἶπα
῏Ω
δέσποτα
κύριε
,
ἄρα
γε
ἀπατῶν
ἠπάτησας
τὸν
λαὸν
τοῦτον
καὶ
τὴν
Ιερουσαλημ
λέγων
Εἰρήνη
ἔσται
ὑμῖν
,
καὶ
ἰδοὺ
ἥψατο
ἡ
μάχαιρα
ἕως
τῆς
ψυχῆς
αὐτῶν
.
Verse: 11
ἐν
τῷ
καιρῷ
ἐκείνῳ
ἐροῦσιν
τῷ
λαῷ
τούτῳ
καὶ
τῇ
Ιερουσαλημ
Πνεῦμα
πλανήσεως
ἐν
τῇ
ἐρήμῳ
,
ὁδὸς
τῆς
ϑυγατρὸς
τοῦ
λαοῦ
μου
οὐκ
εἰς
καϑαρὸν
οὐδ
'
εἰς
ἅγιον
.
Verse: 12
πνεῦμα
πληρώσεως
ἥξει
μοι
·
νῦν
δὲ
ἐγὼ
λαλῶ
κρίματα
πρὸς
αὐτούς
.
Verse: 13
ἰδοὺ
ὡς
νεϕέλη
ἀναβήσεται
,
καὶ
ὡς
καταιγὶς
τὰ
ἅρματα
αὐτοῦ
,
κουϕότεροι
ἀετῶν
οἱ
ἵπποι
αὐτοῦ
·
οὐαὶ
ἡμῖν
,
ὅτι
ταλαιπωροῦμεν
.
Verse: 14
ἀπόπλυνε
ἀπὸ
κακίας
τὴν
καρδίαν
σου
,
Ιερουσαλημ
,
ἵνα
σωϑῇς
·
ἕως
πότε
ὑπάρξουσιν
ἐν
σοὶ
διαλογισμοὶ
πόνων
σου
;
Verse: 15
διότι
ϕωνὴ
ἀναγγέλλοντος
ἐκ
Δαν
ἥξει
,
καὶ
ἀκουσϑήσεται
πόνος
ἐξ
ὄρους
Εϕραιμ
.
Verse: 16
ἀναμνήσατε
ἔϑνη
᾽Ιδοὺ
ἥκασιν
·
ἀναγγείλατε
ἐν
Ιερουσαλημ
Συστροϕαὶ
ἔρχονται
ἐκ
γῆς
μακρόϑεν
καὶ
ἔδωκαν
ἐπὶ
τὰς
πόλεις
Ιουδα
ϕωνὴν
αὐτῶν
.
Verse: 17
ὡς
ϕυλάσσοντες
ἀγρὸν
ἐγένοντο
ἐπ
'
αὐτὴν
κύκλῳ
,
ὅτι
ἐμοῦ
ἠμέλησας
,
λέγει
κύριος
.
Verse: 18
αἱ
ὁδοί
σου
καὶ
τὰ
ἐπιτηδεύματά
σου
ἐποίησαν
ταῦτά
σοι
·
αὕτη
ἡ
κακία
σου
,
ὅτι
πικρά
,
ὅτι
ἥψατο
ἕως
τῆς
καρδίας
σου
.
Verse: 19
τὴν
κοιλίαν
μου
τὴν
κοιλίαν
μου
ἀλγῶ
,
καὶ
τὰ
αἰσϑητήρια
τῆς
καρδίας
μου
·
μαιμάσσει
ἡ
ψυχή
μου
,
σπαράσσεται
ἡ
καρδία
μου
,
οὐ
σιωπήσομαι
,
ὅτι
ϕωνὴν
σάλπιγγος
ἤκουσεν
ἡ
ψυχή
μου
,
κραυγὴν
πολέμου
.
Verse: 20
καὶ
ταλαιπωρίαν
συντριμμὸν
ἐπικαλεῖται
,
ὅτι
τεταλαιπώρηκεν
πᾶσα
ἡ
γῆ
·
ἄϕνω
τεταλαιπώρηκεν
ἡ
σκηνή
,
διεσπάσϑησαν
αἱ
δέρρεις
μου
.
Verse: 21
ἕως
πότε
ὄψομαι
ϕεύγοντας
ἀκούων
ϕωνὴν
σαλπίγγων
;
Verse: 22
διότι
οἱ
ἡγούμενοι
τοῦ
λαοῦ
μου
ἐμὲ
οὐκ
ᾔδεισαν
,
υἱοὶ
ἄϕρονές
εἰσιν
καὶ
οὐ
συνετοί
·
σοϕοί
εἰσιν
τοῦ
κακοποιῆσαι
,
τὸ
δὲ
καλῶς
ποιῆσαι
οὐκ
ἐπέγνωσαν
.
Verse: 23
ἐπέβλεψα
ἐπὶ
τὴν
γῆν
,
καὶ
ἰδοὺ
οὐϑέν
,
καὶ
εἰς
τὸν
οὐρανόν
,
καὶ
οὐκ
ἦν
τὰ
ϕῶτα
αὐτοῦ
·
Verse: 24
εἶδον
τὰ
ὄρη
,
καὶ
ἦν
τρέμοντα
,
καὶ
πάντας
τοὺς
βουνοὺς
ταρασσομένους
·
Verse: 25
ἐπέβλεψα
,
καὶ
ἰδοὺ
οὐκ
ἦν
ἄνϑρωπος
,
καὶ
πάντα
τὰ
πετεινὰ
τοῦ
οὐρανοῦ
ἐπτοεῖτο
·
Verse: 26
εἶδον
,
καὶ
ἰδοὺ
ὁ
Κάρμηλος
ἔρημος
,
καὶ
πᾶσαι
αἱ
πόλεις
ἐμπεπυρισμέναι
πυρὶ
ἀπὸ
προσώπου
κυρίου
,
καὶ
ἀπὸ
προσώπου
ὀργῆς
ϑυμοῦ
αὐτοῦ
ἠϕανίσϑησαν
.
Verse: 27
τάδε
λέγει
κύριος
῎Ερημος
ἔσται
πᾶσα
ἡ
γῆ
,
συντέλειαν
δὲ
οὐ
μὴ
ποιήσω
.
Verse: 28
ἐπὶ
τούτοις
πενϑείτω
ἡ
γῆ
,
καὶ
συσκοτασάτω
ὁ
οὐρανὸς
ἄνωϑεν
,
διότι
ἐλάλησα
καὶ
οὐ
μετανοήσω
,
ὥρμησα
καὶ
οὐκ
ἀποστρέψω
ἀπ
'
αὐτῆς
.
Verse: 29
ἀπὸ
ϕωνῆς
ἱππέως
καὶ
ἐντεταμένου
τόξου
ἀνεχώρησεν
πᾶσα
χώρα
·
εἰσέδυσαν
εἰς
τὰ
σπήλαια
καὶ
εἰς
τὰ
ἄλση
ἐκρύβησαν
καὶ
ἐπὶ
τὰς
πέτρας
ἀνέβησαν
·
πᾶσα
πόλις
ἐγκατελείϕϑη
,
οὐ
κατοικεῖ
ἐν
αὐταῖς
ἄνϑρωπος
.
Verse: 30
καὶ
σὺ
τί
ποιήσεις
,
ἐὰν
περιβάλῃ
κόκκινον
καὶ
κοσμήσῃ
κόσμῳ
χρυσῷ
καὶ
ἐὰν
ἐγχρίσῃ
στίβι
τοὺς
ὀϕϑαλμούς
σου
;
εἰς
μάτην
ὁ
ὡραϊσμός
σου
·
ἀπώσαντό
σε
οἱ
ἐρασταί
σου
,
τὴν
ψυχήν
σου
ζητοῦσιν
.
Verse: 31
ὅτι
ϕωνὴν
ὡς
ὠδινούσης
ἤκουσα
,
τοῦ
στεναγμοῦ
σου
ὡς
πρωτοτοκούσης
,
ϕωνὴ
ϑυγατρὸς
Σιων
·
ἐκλυϑήσεται
καὶ
παρήσει
τὰς
χεῖρας
αὐτῆς
Οἴμμοι
ἐγώ
,
ὅτι
ἐκλείπει
ἡ
ψυχή
μου
ἐπὶ
τοῖς
ἀνῃρημένοις
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.