TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1038
Chapter: 51
Verse: 1
᾽Ακούσατέ
μου
,
οἱ
διώκοντες
τὸ
δίκαιον
καὶ
ζητοῦντες
τὸν
κύριον
,
ἐμβλέψατε
εἰς
τὴν
στερεὰν
πέτραν
,
ἣν
ἐλατομήσατε
,
καὶ
εἰς
τὸν
βόϑυνον
τοῦ
λάκκου
,
ὃν
ὠρύξατε
.
Verse: 2
ἐμβλέψατε
εἰς
Αβρααμ
τὸν
πατέρα
ὑμῶν
καὶ
εἰς
Σαρραν
τὴν
ὠδίνουσαν
ὑμᾶς
·
ὅτι
εἷς
ἦν
,
καὶ
ἐκάλεσα
αὐτὸν
καὶ
εὐλόγησα
αὐτὸν
καὶ
ἠγάπησα
αὐτὸν
καὶ
ἐπλήϑυνα
αὐτόν
.
Verse: 3
καὶ
σὲ
νῦν
παρακαλέσω
,
Σιων
,
καὶ
παρεκάλεσα
πάντα
τὰ
ἔρημα
αὐτῆς
καὶ
ϑήσω
τὰ
ἔρημα
αὐτῆς
ὡς
παράδεισον
κυρίου
·
εὐϕροσύνην
καὶ
ἀγαλλίαμα
εὑρήσουσιν
ἐν
αὐτῇ
,
ἐξομολόγησιν
καὶ
ϕωνὴν
αἰνέσεως
.
Verse: 4
ἀκούσατέ
μου
ἀκούσατε
,
λαός
μου
,
καὶ
οἱ
βασιλεῖς
,
πρός
με
ἐνωτίσασϑε
·
ὅτι
νόμος
παρ
'
ἐμοῦ
ἐξελεύσεται
καὶ
ἡ
κρίσις
μου
εἰς
ϕῶς
ἐϑνῶν
.
Verse: 5
ἐγγίζει
ταχὺ
ἡ
δικαιοσύνη
μου
,
καὶ
ἐξελεύσεται
ὡς
ϕῶς
τὸ
σωτήριόν
μου
,
καὶ
εἰς
τὸν
βραχίονά
μου
ἔϑνη
ἐλπιοῦσιν
·
ἐμὲ
νῆσοι
ὑπομενοῦσιν
καὶ
εἰς
τὸν
βραχίονά
μου
ἐλπιοῦσιν
.
Verse: 6
ἄρατε
εἰς
τὸν
οὐρανὸν
τοὺς
ὀϕϑαλμοὺς
ὑμῶν
καὶ
ἐμβλέψατε
εἰς
τὴν
γῆν
κάτω
,
ὅτι
ὁ
οὐρανὸς
ὡς
καπνὸς
ἐστερεώϑη
,
ἡ
δὲ
γῆ
ὡς
ἱμάτιον
παλαιωϑήσεται
,
οἱ
δὲ
κατοικοῦντες
τὴν
γῆν
ὥσπερ
ταῦτα
ἀποϑανοῦνται
,
τὸ
δὲ
σωτήριόν
μου
εἰς
τὸν
αἰῶνα
ἔσται
,
ἡ
δὲ
δικαιοσύνη
μου
οὐ
μὴ
ἐκλίπῃ
.
Verse: 7
ἀκούσατέ
μου
,
οἱ
εἰδότες
κρίσιν
,
λαός
μου
,
οὗ
ὁ
νόμος
μου
ἐν
τῇ
καρδίᾳ
ὑμῶν
·
μὴ
ϕοβεῖσϑε
ὀνειδισμὸν
ἀνϑρώπων
καὶ
τῷ
ϕαυλισμῷ
αὐτῶν
μὴ
ἡττᾶσϑε
.
Verse: 8
ὥσπερ
γὰρ
ἱμάτιον
βρωϑήσεται
ὑπὸ
χρόνου
καὶ
ὡς
ἔρια
βρωϑήσεται
ὑπὸ
σητός
·
ἡ
δὲ
δικαιοσύνη
μου
εἰς
τὸν
αἰῶνα
ἔσται
,
τὸ
δὲ
σωτήριόν
μου
εἰς
γενεὰς
γενεῶν
.
Verse: 9
᾽Εξεγείρου
ἐξεγείρου
,
Ιερουσαλημ
,
καὶ
ἔνδυσαι
τὴν
ἰσχὺν
τοῦ
βραχίονός
σου
·
ἐξεγείρου
ὡς
ἐν
ἀρχῇ
ἡμέρας
,
ὡς
γενεὰ
αἰῶνος
.
οὐ
σὺ
εἶ
Verse: 10
ἡ
ἐρημοῦσα
ϑάλασσαν
,
ὕδωρ
ἀβύσσου
πλῆϑος
;
ἡ
ϑεῖσα
τὰ
βάϑη
τῆς
ϑαλάσσης
ὁδὸν
διαβάσεως
ῥυομένοις
Verse: 11
καὶ
λελυτρωμένοις
;
ὑπὸ
γὰρ
κυρίου
ἀποστραϕήσονται
καὶ
ἥξουσιν
εἰς
Σιων
μετ
'
εὐϕροσύνης
καὶ
ἀγαλλιάματος
αἰωνίου
·
ἐπὶ
γὰρ
τῆς
κεϕαλῆς
αὐτῶν
ἀγαλλίασις
καὶ
αἴνεσις
,
καὶ
εὐϕροσύνη
καταλήμψεται
αὐτούς
,
ἀπέδρα
ὀδύνη
καὶ
λύπη
καὶ
στεναγμός
.
Verse: 12
ἐγώ
εἰμι
ἐγώ
εἰμι
ὁ
παρακαλῶν
σε
·
γνῶϑι
τίνα
εὐλαβηϑεῖσα
ἐϕοβήϑης
ἀπὸ
ἀνϑρώπου
ϑνητοῦ
καὶ
ἀπὸ
υἱοῦ
ἀνϑρώπου
,
οἳ
ὡσεὶ
χόρτος
ἐξηράνϑησαν
.
Verse: 13
καὶ
ἐπελάϑου
ϑεὸν
τὸν
ποιήσαντά
σε
,
τὸν
ποιήσαντα
τὸν
οὐρανὸν
καὶ
ϑεμελιώσαντα
τὴν
γῆν
,
καὶ
ἐϕόβου
ἀεὶ
πάσας
τὰς
ἡμέρας
τὸ
πρόσωπον
τοῦ
ϑυμοῦ
τοῦ
ϑλίβοντός
σε
·
ὃν
τρόπον
γὰρ
ἐβουλεύσατο
τοῦ
ἆραί
σε
,
καὶ
νῦν
ποῦ
ὁ
ϑυμὸς
τοῦ
ϑλίβοντός
σε
;
Verse: 14
ἐν
γὰρ
τῷ
σῴζεσϑαί
σε
οὐ
στήσεται
οὐδὲ
χρονιεῖ
·
Verse: 15
ὅτι
ἐγὼ
ὁ
ϑεός
σου
ὁ
ταράσσων
τὴν
ϑάλασσαν
καὶ
ἠχῶν
τὰ
κύματα
αὐτῆς
,
κύριος
σαβαωϑ
ὄνομά
μοι
.
Verse: 16
ϑήσω
τοὺς
λόγους
μου
εἰς
τὸ
στόμα
σου
καὶ
ὑπὸ
τὴν
σκιὰν
τῆς
χειρός
μου
σκεπάσω
σε
,
ἐν
ᾗ
ἔστησα
τὸν
οὐρανὸν
καὶ
ἐϑεμελίωσα
τὴν
γῆν
·
καὶ
ἐρεῖ
Σιων
Λαός
μου
εἶ
σύ
.
Verse: 17
᾽Εξεγείρου
ἐξεγείρου
ἀνάστηϑι
,
Ιερουσαλημ
ἡ
πιοῦσα
τὸ
ποτήριον
τοῦ
ϑυμοῦ
ἐκ
χειρὸς
κυρίου
·
τὸ
ποτήριον
γὰρ
τῆς
πτώσεως
,
τὸ
κόνδυ
τοῦ
ϑυμοῦ
ἐξέπιες
καὶ
ἐξεκένωσας
.
Verse: 18
καὶ
οὐκ
ἦν
ὁ
παρακαλῶν
σε
ἀπὸ
πάντων
τῶν
τέκνων
σου
,
ὧν
ἔτεκες
,
καὶ
οὐκ
ἦν
ὁ
ἀντιλαμβανόμενος
τῆς
χειρός
σου
οὐδὲ
ἀπὸ
πάντων
τῶν
υἱῶν
σου
,
ὧν
ὕψωσας
.
Verse: 19
δύο
ταῦτα
ἀντικείμενά
σοι
·
τίς
σοι
συλλυπηϑήσεται
;
πτῶμα
καὶ
σύντριμμα
,
λιμὸς
καὶ
μάχαιρα
·
τίς
σε
παρακαλέσει
;
Verse: 20
οἱ
υἱοί
σου
οἱ
ἀπορούμενοι
,
οἱ
καϑεύδοντες
ἐπ
'
ἄκρου
πάσης
ἐξόδου
ὡς
σευτλίον
ἡμίεϕϑον
,
οἱ
πλήρεις
ϑυμοῦ
κυρίου
,
ἐκλελυμένοι
διὰ
κυρίου
τοῦ
ϑεοῦ
.
Verse: 21
διὰ
τοῦτο
ἄκουε
,
τεταπεινωμένη
καὶ
μεϑύουσα
οὐκ
ἀπὸ
οἴνου
·
Verse: 22
οὕτως
λέγει
κύριος
ὁ
ϑεὸς
ὁ
κρίνων
τὸν
λαὸν
αὐτοῦ
᾽Ιδοὺ
εἴληϕα
ἐκ
τῆς
χειρός
σου
τὸ
ποτήριον
τῆς
πτώσεως
,
τὸ
κόνδυ
τοῦ
ϑυμοῦ
,
καὶ
οὐ
προσϑήσῃ
ἔτι
πιεῖν
αὐτό
·
Verse: 23
καὶ
ἐμβαλῶ
αὐτὸ
εἰς
τὰς
χεῖρας
τῶν
ἀδικησάντων
σε
καὶ
τῶν
ταπεινωσάντων
σε
,
οἳ
εἶπαν
τῇ
ψυχῇ
σου
Κύψον
,
ἵνα
παρέλϑωμεν
·
καὶ
ἔϑηκας
ἴσα
τῇ
γῇ
τὰ
μετάϕρενά
σου
ἔξω
τοῖς
παραπορευομένοις
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.