TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1032
Chapter: 45
Verse: 1
Οὕτως
λέγει
κύριος
ὁ
ϑεὸς
τῷ
χριστῷ
μου
Κύρῳ
,
οὗ
ἐκράτησα
τῆς
δεξιᾶς
ἐπακοῦσαι
ἔμπροσϑεν
αὐτοῦ
ἔϑνη
,
καὶ
ἰσχὺν
βασιλέων
διαρρήξω
,
ἀνοίξω
ἔμπροσϑεν
αὐτοῦ
ϑύρας
,
καὶ
πόλεις
οὐ
συγκλεισϑήσονται
Verse: 2
᾽Εγὼ
ἔμπροσϑέν
σου
πορεύσομαι
καὶ
ὄρη
ὁμαλιῶ
,
ϑύρας
χαλκᾶς
συντρίψω
καὶ
μοχλοὺς
σιδηροῦς
συγκλάσω
Verse: 3
καὶ
δώσω
σοι
ϑησαυροὺς
σκοτεινούς
,
ἀποκρύϕους
ἀοράτους
ἀνοίξω
σοι
,
ἵνα
γνῷς
ὅτι
ἐγὼ
κύριος
ὁ
ϑεὸς
ὁ
καλῶν
τὸ
ὄνομά
σου
,
ϑεὸς
Ισραηλ
.
Verse: 4
ἕνεκεν
Ιακωβ
τοῦ
παιδός
μου
καὶ
Ισραηλ
τοῦ
ἐκλεκτοῦ
μου
ἐγὼ
καλέσω
σε
τῷ
ὀνόματί
σου
καὶ
προσδέξομαί
σε
,
σὺ
δὲ
οὐκ
ἔγνως
με
.
Verse: 5
ὅτι
ἐγὼ
κύριος
ὁ
ϑεός
,
καὶ
οὐκ
ἔστιν
ἔτι
πλὴν
ἐμοῦ
ϑεός
,
καὶ
οὐκ
ᾔδεις
με
,
Verse: 6
ἵνα
γνῶσιν
οἱ
ἀπὸ
ἀνατολῶν
ἡλίου
καὶ
οἱ
ἀπὸ
δυσμῶν
ὅτι
οὐκ
ἔστιν
πλὴν
ἐμοῦ
·
ἐγὼ
κύριος
ὁ
ϑεός
,
καὶ
οὐκ
ἔστιν
ἔτι
·
Verse: 7
ἐγὼ
ὁ
κατασκευάσας
ϕῶς
καὶ
ποιήσας
σκότος
,
ὁ
ποιῶν
εἰρήνην
καὶ
κτίζων
κακά
·
ἐγὼ
κύριος
ὁ
ϑεὸς
ὁ
ποιῶν
ταῦτα
πάντα
.
Verse: 8
εὐϕρανϑήτω
ὁ
οὐρανὸς
ἄνωϑεν
,
καὶ
αἱ
νεϕέλαι
ῥανάτωσαν
δικαιοσύνην
·
ἀνατειλάτω
ἡ
γῆ
ἔλεος
καὶ
δικαιοσύνην
ἀνατειλάτω
ἅμα
·
ἐγώ
εἰμι
κύριος
ὁ
κτίσας
σε
.
Verse: 9
Ποῖον
βέλτιον
κατεσκεύασα
ὡς
πηλὸν
κεραμέως
;
μὴ
ὁ
ἀροτριῶν
ἀροτριάσει
τὴν
γῆν
ὅλην
τὴν
ἡμέραν
;
μὴ
ἐρεῖ
ὁ
πηλὸς
τῷ
κεραμεῖ
Τί
ποιεῖς
,
ὅτι
οὐκ
ἐργάζῃ
οὐδὲ
ἔχεις
χεῖρας
;
Verse: 10
ὁ
λέγων
τῷ
πατρί
Τί
γεννήσεις
;
καὶ
τῇ
μητρί
Τί
ὠδινήσεις
;
Verse: 11
ὅτι
οὕτως
λέγει
κύριος
ὁ
ϑεὸς
ὁ
ἅγιος
Ισραηλ
ὁ
ποιήσας
τὰ
ἐπερχόμενα
᾽Ερωτήσατέ
με
περὶ
τῶν
υἱῶν
μου
καὶ
περὶ
τῶν
ϑυγατέρων
μου
καὶ
περὶ
τῶν
ἔργων
τῶν
χειρῶν
μου
ἐντείλασϑέ
μοι
.
Verse: 12
ἐγὼ
ἐποίησα
γῆν
καὶ
ἄνϑρωπον
ἐπ
'
αὐτῆς
,
ἐγὼ
τῇ
χειρί
μου
ἐστερέωσα
τὸν
οὐρανόν
,
ἐγὼ
πᾶσι
τοῖς
ἄστροις
ἐνετειλάμην
.
Verse: 13
ἐγὼ
ἤγειρα
αὐτὸν
μετὰ
δικαιοσύνης
βασιλέα
,
καὶ
πᾶσαι
αἱ
ὁδοὶ
αὐτοῦ
εὐϑεῖαι
·
οὗτος
οἰκοδομήσει
τὴν
πόλιν
μου
καὶ
τὴν
αἰχμαλωσίαν
τοῦ
λαοῦ
μου
ἐπιστρέψει
οὐ
μετὰ
λύτρων
οὐδὲ
μετὰ
δώρων
,
εἶπεν
κύριος
σαβαωϑ
.
Verse: 14
Οὕτως
λέγει
κύριος
σαβαωϑ
᾽Εκοπίασεν
Αἴγυπτος
καὶ
ἐμπορία
Αἰϑιόπων
,
καὶ
οἱ
Σεβωιν
ἄνδρες
ὑψηλοὶ
ἐπὶ
σὲ
διαβήσονται
καὶ
σοὶ
ἔσονται
δοῦλοι
καὶ
ὀπίσω
σου
ἀκολουϑήσουσιν
δεδεμένοι
χειροπέδαις
καὶ
προσκυνήσουσίν
σοι
καὶ
ἐν
σοὶ
προσεύξονται
,
ὅτι
ἐν
σοὶ
ὁ
ϑεός
ἐστιν
,
καὶ
ἐροῦσιν
Οὐκ
ἔστιν
ϑεὸς
πλὴν
σοῦ
·
Verse: 15
σὺ
γὰρ
εἶ
ϑεός
,
καὶ
οὐκ
ᾔδειμεν
,
ὁ
ϑεὸς
τοῦ
Ισραηλ
σωτήρ
.
Verse: 16
αἰσχυνϑήσονται
καὶ
ἐντραπήσονται
πάντες
οἱ
ἀντικείμενοι
αὐτῷ
καὶ
πορεύσονται
ἐν
αἰσχύνῃ
.
ἐγκαινίζεσϑε
πρός
με
,
νῆσοι
.
Verse: 17
Ισραηλ
σῴζεται
ὑπὸ
κυρίου
σωτηρίαν
αἰώνιον
·
οὐκ
αἰσχυνϑήσονται
οὐδὲ
μὴ
ἐντραπῶσιν
ἕως
τοῦ
αἰῶνος
.
Verse: 18
Οὕτως
λέγει
κύριος
ὁ
ποιήσας
τὸν
οὐρανόν
οὗτος
ὁ
ϑεὸς
ὁ
καταδείξας
τὴν
γῆν
καὶ
ποιήσας
αὐτήν
,
αὐτὸς
διώρισεν
αὐτήν
,
οὐκ
εἰς
κενὸν
ἐποίησεν
αὐτὴν
ἀλλὰ
κατοικεῖσϑαι
᾽Εγώ
εἰμι
,
καὶ
οὐκ
ἔστιν
ἔτι
.
Verse: 19
οὐκ
ἐν
κρυϕῇ
λελάληκα
οὐδὲ
ἐν
τόπῳ
γῆς
σκοτεινῷ
·
οὐκ
εἶπα
τῷ
σπέρματι
Ιακωβ
Μάταιον
ζητήσατε
·
ἐγώ
εἰμι
ἐγώ
εἰμι
κύριος
λαλῶν
δικαιοσύνην
καὶ
ἀναγγέλλων
ἀλήϑειαν
.
Verse: 20
συνάχϑητε
καὶ
ἥκετε
,
βουλεύσασϑε
ἅμα
,
οἱ
σῳζόμενοι
ἀπὸ
τῶν
ἐϑνῶν
.
οὐκ
ἔγνωσαν
οἱ
αἴροντες
τὸ
ξύλον
γλύμμα
αὐτῶν
καὶ
προσευχόμενοι
ὡς
πρὸς
ϑεούς
,
οἳ
οὐ
σῴζουσιν
.
Verse: 21
εἰ
ἀναγγελοῦσιν
,
ἐγγισάτωσαν
,
ἵνα
γνῶσιν
ἅμα
τίς
ἀκουστὰ
ἐποίησεν
ταῦτα
ἀπ
'
ἀρχῆς
.
τότε
ἀνηγγέλη
ὑμῖν
᾽Εγὼ
ὁ
ϑεός
,
καὶ
οὐκ
ἔστιν
ἄλλος
πλὴν
ἐμοῦ
·
δίκαιος
καὶ
σωτὴρ
οὐκ
ἔστιν
πάρεξ
ἐμοῦ
.
Verse: 22
ἐπιστράϕητε
πρός
με
καὶ
σωϑήσεσϑε
,
οἱ
ἀπ
'
ἐσχάτου
τῆς
γῆς
·
ἐγώ
εἰμι
ὁ
ϑεός
,
καὶ
οὐκ
ἔστιν
ἄλλος
.
Verse: 23
κατ
'
ἐμαυτοῦ
ὀμνύω
῏Η
μὴν
ἐξελεύσεται
ἐκ
τοῦ
στόματός
μου
δικαιοσύνη
,
οἱ
λόγοι
μου
οὐκ
ἀποστραϕήσονται
ὅτι
ἐμοὶ
κάμψει
πᾶν
γόνυ
καὶ
ἐξομολογήσεται
πᾶσα
γλῶσσα
τῷ
ϑεῷ
Verse: 24
λέγων
Δικαιοσύνη
καὶ
δόξα
πρὸς
αὐτὸν
ἥξουσιν
,
καὶ
αἰσχυνϑήσονται
πάντες
οἱ
ἀϕορίζοντες
ἑαυτούς
·
Verse: 25
ἀπὸ
κυρίου
δικαιωϑήσονται
καὶ
ἐν
τῷ
ϑεῷ
ἐνδοξασϑήσονται
πᾶν
τὸ
σπέρμα
τῶν
υἱῶν
Ισραηλ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.