TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1030
Chapter: 43
Verse: 1
Καὶ
νῦν
οὕτως
λέγει
κύριος
ὁ
ϑεὸς
ὁ
ποιήσας
σε
,
Ιακωβ
,
ὁ
πλάσας
σε
,
Ισραηλ
Μὴ
ϕοβοῦ
,
ὅτι
ἐλυτρωσάμην
σε
·
ἐκάλεσά
σε
τὸ
ὄνομά
σου
,
ἐμὸς
εἶ
σύ
.
Verse: 2
καὶ
ἐὰν
διαβαίνῃς
δι
'
ὕδατος
,
μετὰ
σοῦ
εἰμι
,
καὶ
ποταμοὶ
οὐ
συγκλύσουσίν
σε
·
καὶ
ἐὰν
διέλϑῃς
διὰ
πυρός
,
οὐ
μὴ
κατακαυϑῇς
,
ϕλὸξ
οὐ
κατακαύσει
σε
.
Verse: 3
ὅτι
ἐγὼ
κύριος
ὁ
ϑεός
σου
ὁ
ἅγιος
Ισραηλ
ὁ
σῴζων
σε
·
ἐποίησά
σου
ἄλλαγμα
Αἴγυπτον
καὶ
Αἰϑιοπίαν
καὶ
Σοήνην
ὑπὲρ
σοῦ
.
Verse: 4
ἀϕ
'
οὗ
ἔντιμος
ἐγένου
ἐναντίον
μου
,
ἐδοξάσϑης
,
κἀγώ
σε
ἠγάπησα
·
καὶ
δώσω
ἀνϑρώπους
πολλοὺς
ὑπὲρ
σοῦ
καὶ
ἄρχοντας
ὑπὲρ
τῆς
κεϕαλῆς
σου
.
Verse: 5
μὴ
ϕοβοῦ
,
ὅτι
μετὰ
σοῦ
εἰμι
·
ἀπὸ
ἀνατολῶν
ἄξω
τὸ
σπέρμα
σου
καὶ
ἀπὸ
δυσμῶν
συνάξω
σε
.
Verse: 6
ἐρῶ
τῷ
βορρᾷ
῎Αγε
,
καὶ
τῷ
λιβί
Μὴ
κώλυε
·
ἄγε
τοὺς
υἱούς
μου
ἀπὸ
γῆς
πόρρωϑεν
καὶ
τὰς
ϑυγατέρας
μου
ἀπ
'
ἄκρων
τῆς
γῆς
,
Verse: 7
πάντας
ὅσοι
ἐπικέκληνται
τῷ
ὀνόματί
μου
.
ἐν
γὰρ
τῇ
δόξῃ
μου
κατεσκεύασα
αὐτὸν
καὶ
ἔπλασα
καὶ
ἐποίησα
αὐτόν
·
Verse: 8
καὶ
ἐξήγαγον
λαὸν
τυϕλόν
,
καὶ
ὀϕϑαλμοί
εἰσιν
ὡσαύτως
τυϕλοί
,
καὶ
κωϕοὶ
τὰ
ὦτα
ἔχοντες
.
Verse: 9
πάντα
τὰ
ἔϑνη
συνήχϑησαν
ἅμα
,
καὶ
συναχϑήσονται
ἄρχοντες
ἐξ
αὐτῶν
·
τίς
ἀναγγελεῖ
ταῦτα
;
ἢ
τὰ
ἐξ
ἀρχῆς
τίς
ἀναγγελεῖ
ὑμῖν
;
ἀγαγέτωσαν
τοὺς
μάρτυρας
αὐτῶν
καὶ
δικαιωϑήτωσαν
καὶ
εἰπάτωσαν
ἀληϑῆ
.
Verse: 10
γένεσϑέ
μοι
μάρτυρες
,
κἀγὼ
μάρτυς
,
λέγει
κύριος
ὁ
ϑεός
,
καὶ
ὁ
παῖς
,
ὃν
ἐξελεξάμην
,
ἵνα
γνῶτε
καὶ
πιστεύσητε
καὶ
συνῆτε
ὅτι
ἐγώ
εἰμι
,
ἔμπροσϑέν
μου
οὐκ
ἐγένετο
ἄλλος
ϑεὸς
καὶ
μετ
'
ἐμὲ
οὐκ
ἔσται
·
Verse: 11
ἐγὼ
ὁ
ϑεός
,
καὶ
οὐκ
ἔστιν
πάρεξ
ἐμοῦ
σῴζων
.
Verse: 12
ἀνήγγειλα
καὶ
ἔσωσα
,
ὠνείδισα
καὶ
οὐκ
ἦν
ἐν
ὑμῖν
ἀλλότριος
·
ὑμεῖς
ἐμοὶ
μάρτυρες
κἀγὼ
μάρτυς
,
λέγει
κύριος
ὁ
ϑεός
.
Verse: 13
ἔτι
ἀπ
'
ἀρχῆς
καὶ
οὐκ
ἔστιν
ὁ
ἐκ
τῶν
χειρῶν
μου
ἐξαιρούμενος
·
ποιήσω
,
καὶ
τίς
ἀποστρέψει
αὐτό
;
Verse: 14
Οὕτως
λέγει
κύριος
ὁ
ϑεὸς
ὁ
λυτρούμενος
ὑμᾶς
ὁ
ἅγιος
Ισραηλ
῞Ενεκεν
ὑμῶν
ἀποστελῶ
εἰς
Βαβυλῶνα
καὶ
ἐπεγερῶ
πάντας
ϕεύγοντας
,
καὶ
Χαλδαῖοι
ἐν
πλοίοις
δεϑήσονται
.
Verse: 15
ἐγὼ
κύριος
ὁ
ϑεὸς
ὁ
ἅγιος
ὑμῶν
ὁ
καταδείξας
Ισραηλ
βασιλέα
ὑμῶν
.
Verse: 16
οὕτως
λέγει
κύριος
ὁ
διδοὺς
ὁδὸν
ἐν
ϑαλάσσῃ
καὶ
ἐν
ὕδατι
ἰσχυρῷ
τρίβον
Verse: 17
ὁ
ἐξαγαγὼν
ἅρματα
καὶ
ἵππον
καὶ
ὄχλον
ἰσχυρόν
,
ἀλλὰ
ἐκοιμήϑησαν
καὶ
οὐκ
ἀναστήσονται
,
ἐσβέσϑησαν
ὡς
λίνον
ἐσβεσμένον
Verse: 18
Μὴ
μνημονεύετε
τὰ
πρῶτα
καὶ
τὰ
ἀρχαῖα
μὴ
συλλογίζεσϑε
.
Verse: 19
ἰδοὺ
ποιῶ
καινὰ
ἃ
νῦν
ἀνατελεῖ
,
καὶ
γνώσεσϑε
αὐτά
·
καὶ
ποιήσω
ἐν
τῇ
ἐρήμῳ
ὁδὸν
καὶ
ἐν
τῇ
ἀνύδρῳ
ποταμούς
.
Verse: 20
εὐλογήσει
με
τὰ
ϑηρία
τοῦ
ἀγροῦ
,
σειρῆνες
καὶ
ϑυγατέρες
στρουϑῶν
,
ὅτι
ἔδωκα
ἐν
τῇ
ἐρήμῳ
ὕδωρ
καὶ
ποταμοὺς
ἐν
τῇ
ἀνύδρῳ
ποτίσαι
τὸ
γένος
μου
τὸ
ἐκλεκτόν
,
Verse: 21
λαόν
μου
,
ὃν
περιεποιησάμην
τὰς
ἀρετάς
μου
διηγεῖσϑαι
.
Verse: 22
οὐ
νῦν
ἐκάλεσά
σε
,
Ιακωβ
,
οὐδὲ
κοπιᾶσαί
σε
ἐποίησα
,
Ισραηλ
·
Verse: 23
οὐκ
ἐμοὶ
πρόβατα
τῆς
ὁλοκαρπώσεώς
σου
,
οὐδὲ
ἐν
ταῖς
ϑυσίαις
σου
ἐδόξασάς
με
,
οὐδὲ
ἔγκοπον
ἐποίησά
σε
ἐν
λιβάνῳ
,
Verse: 24
οὐδὲ
ἐκτήσω
μοι
ἀργυρίου
ϑυμίαμα
,
οὐδὲ
τὸ
στέαρ
τῶν
ϑυσιῶν
σου
ἐπεϑύμησα
,
ἀλλὰ
ἐν
ταῖς
ἁμαρτίαις
σου
καὶ
ἐν
ταῖς
ἀδικίαις
σου
προέστην
σου
.
Verse: 25
ἐγώ
εἰμι
ἐγώ
εἰμι
ὁ
ἐξαλείϕων
τὰς
ἀνομίας
σου
καὶ
οὐ
μὴ
μνησϑήσομαι
.
Verse: 26
σὺ
δὲ
μνήσϑητι
καὶ
κριϑῶμεν
·
λέγε
σὺ
τὰς
ἀνομίας
σου
πρῶτος
,
ἵνα
δικαιωϑῇς
.
Verse: 27
οἱ
πατέρες
ὑμῶν
πρῶτοι
καὶ
οἱ
ἄρχοντες
αὐτῶν
ἠνόμησαν
εἰς
ἐμέ
,
Verse: 28
καὶ
ἐμίαναν
οἱ
ἄρχοντες
τὰ
ἅγιά
μου
,
καὶ
ἔδωκα
ἀπολέσαι
Ιακωβ
καὶ
Ισραηλ
εἰς
ὀνειδισμόν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.