TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 1005
Previous part

Chapter: 18 
Verse: 1    Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰϑιοπίας,
Verse: 2    
ἀποστέλλων ἐν ϑαλάσσῃ ὅμηρα καὶ ἐπιστολὰς βυβλίνας ἐπάνω τοῦ ὕδατος· πορεύσονται γὰρ ἄγγελοι κοῦϕοι πρὸς ἔϑνος μετέωρον καὶ ξένον λαὸν καὶ χαλεπόν, τίς αὐτοῦ ἐπέκεινα; ἔϑνος ἀνέλπιστον καὶ καταπεπατημένον. νῦν οἱ ποταμοὶ τῆς γῆς
Verse: 3    
πάντες ὡς χώρα κατοικουμένη· κατοικηϑήσεται χώρα αὐτῶν ὡσεὶ σημεῖον ἀπὸ ὄρους ἀρϑῇ, ὡς σάλπιγγος ϕωνὴ ἀκουστὸν ἔσται.
Verse: 4    
ὅτι οὕτως εἶπέν μοι κύριος ᾽Ασϕάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει ὡς ϕῶς καύματος μεσημβρίας, καὶ ὡς νεϕέλη δρόσου ἡμέρας ἀμήτου ἔσται.
Verse: 5    
πρὸ τοῦ ϑερισμοῦ, ὅταν συντελεσϑῇ ἄνϑος καὶ ὄμϕαξ ἀνϑήσῃ ἄνϑος ὀμϕακίζουσα, καὶ ἀϕελεῖ τὰ βοτρύδια τὰ μικρὰ τοῖς δρεπάνοις καὶ τὰς κληματίδας ἀϕελεῖ καὶ κατακόψει
Verse: 6    
καὶ καταλείψει ἅμα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς ϑηρίοις τῆς γῆς, καὶ συναχϑήσεται ἐπ' αὐτοὺς τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ πάντα τὰ ϑηρία τῆς γῆς ἐπ' αὐτὸν ἥξει.
Verse: 7    
ἐν τῷ καιρῷ ἐκείνῳ ἀνενεχϑήσεται δῶρα κυρίῳ σαβαωϑ ἐκ λαοῦ τεϑλιμμένου καὶ τετιλμένου καὶ ἀπὸ λαοῦ μεγάλου ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον· ἔϑνος ἐλπίζον καὶ καταπεπατημένον, ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ, εἰς τὸν τόπον, οὗ τὸ ὄνομα κυρίου σαβαωϑ ἐπεκλήϑη, ὄρος Σιων.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.