TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 92
Chapter: 2
Verse: 1
᾽Εὰν
δὲ
ψυχὴ
προσϕέρῃ
δῶρον
ϑυσίαν
τῷ
κυρίῳ
,
σεμίδαλις
ἔσται
τὸ
δῶρον
αὐτοῦ
,
καὶ
ἐπιχεεῖ
ἐπ
'
αὐτὸ
ἔλαιον
καὶ
ἐπιϑήσει
ἐπ
'
αὐτὸ
λίβανον
·
ϑυσία
ἐστίν
.
Verse: 2
καὶ
οἴσει
πρὸς
τοὺς
υἱοὺς
Ααρων
τοὺς
ἱερεῖς
,
καὶ
δραξάμενος
ἀπ
'
αὐτῆς
πλήρη
τὴν
δράκα
ἀπὸ
τῆς
σεμιδάλεως
σὺν
τῷ
ἐλαίῳ
καὶ
πάντα
τὸν
λίβανον
αὐτῆς
καὶ
ἐπιϑήσει
ὁ
ἱερεὺς
τὸ
μνημόσυνον
αὐτῆς
ἐπὶ
τὸ
ϑυσιαστήριον
·
ϑυσία
,
ὀσμὴ
εὐωδίας
τῷ
κυρίῳ
.
Verse: 3
καὶ
τὸ
λοιπὸν
ἀπὸ
τῆς
ϑυσίας
Ααρων
καὶ
τοῖς
υἱοῖς
αὐτοῦ
·
ἅγιον
τῶν
ἁγίων
ἀπὸ
τῶν
ϑυσιῶν
κυρίου
.
Verse: 4
ἐὰν
δὲ
προσϕέρῃ
δῶρον
ϑυσίαν
πεπεμμένην
ἐν
κλιβάνῳ
,
δῶρον
κυρίῳ
ἐκ
σεμιδάλεως
,
ἄρτους
ἀζύμους
πεϕυραμένους
ἐν
ἐλαίῳ
καὶ
λάγανα
ἄζυμα
διακεχρισμένα
ἐν
ἐλαίῳ
.
Verse: 5
ἐὰν
δὲ
ϑυσία
ἀπὸ
τηγάνου
τὸ
δῶρόν
σου
,
σεμίδαλις
πεϕυραμένη
ἐν
ἐλαίῳ
,
ἄζυμα
ἔσται
·
Verse: 6
καὶ
διαϑρύψεις
αὐτὰ
κλάσματα
καὶ
ἐπιχεεῖς
ἐπ
'
αὐτὰ
ἔλαιον
·
ϑυσία
ἐστὶν
κυρίῳ
.
Verse: 7
ἐὰν
δὲ
ϑυσία
ἀπὸ
ἐσχάρας
τὸ
δῶρόν
σου
,
σεμίδαλις
ἐν
ἐλαίῳ
ποιηϑήσεται
.
Verse: 8
καὶ
προσοίσει
τὴν
ϑυσίαν
,
ἣν
ἂν
ποιῇ
ἐκ
τούτων
,
τῷ
κυρίῳ
·
καὶ
προσοίσει
πρὸς
τὸν
ἱερέα
,
καὶ
προσεγγίσας
πρὸς
τὸ
ϑυσιαστήριον
Verse: 9
ἀϕελεῖ
ὁ
ἱερεὺς
ἀπὸ
τῆς
ϑυσίας
τὸ
μνημόσυνον
αὐτῆς
,
καὶ
ἐπιϑήσει
ὁ
ἱερεὺς
ἐπὶ
τὸ
ϑυσιαστήριον
·
κάρπωμα
,
ὀσμὴ
εὐωδίας
κυρίῳ
.
Verse: 10
τὸ
δὲ
καταλειϕϑὲν
ἀπὸ
τῆς
ϑυσίας
Ααρων
καὶ
τοῖς
υἱοῖς
αὐτοῦ
·
ἅγια
τῶν
ἁγίων
ἀπὸ
τῶν
καρπωμάτων
κυρίου
.
Verse: 11
Πᾶσαν
ϑυσίαν
,
ἣν
ἂν
προσϕέρητε
κυρίῳ
,
οὐ
ποιήσετε
ζυμωτόν
·
πᾶσαν
γὰρ
ζύμην
καὶ
πᾶν
μέλι
,
οὐ
προσοίσετε
ἀπ
'
αὐτοῦ
καρπῶσαι
κυρίῳ
.
Verse: 12
δῶρον
ἀπαρχῆς
προσοίσετε
αὐτὰ
κυρίῳ
,
ἐπὶ
δὲ
τὸ
ϑυσιαστήριον
οὐκ
ἀναβιβασϑήσεται
εἰς
ὀσμὴν
εὐωδίας
κυρίῳ
.
Verse: 13
καὶ
πᾶν
δῶρον
ϑυσίας
ὑμῶν
ἁλὶ
ἁλισϑήσεται
·
οὐ
διαπαύσετε
ἅλα
διαϑήκης
κυρίου
ἀπὸ
ϑυσιασμάτων
ὑμῶν
,
ἐπὶ
παντὸς
δώρου
ὑμῶν
προσοίσετε
κυρίῳ
τῷ
ϑεῷ
ὑμῶν
ἅλας
.
Verse: 14
ἐὰν
δὲ
προσϕέρῃς
ϑυσίαν
πρωτογενημάτων
τῷ
κυρίῳ
,
νέα
πεϕρυγμένα
χίδρα
ἐρικτὰ
τῷ
κυρίῳ
,
καὶ
προσοίσεις
τὴν
ϑυσίαν
τῶν
πρωτογενημάτων
Verse: 15
καὶ
ἐπιχεεῖς
ἐπ
'
αὐτὴν
ἔλαιον
καὶ
ἐπιϑήσεις
ἐπ
'
αὐτὴν
λίβανον
·
ϑυσία
ἐστίν
.
Verse: 16
καὶ
ἀνοίσει
ὁ
ἱερεὺς
τὸ
μνημόσυνον
αὐτῆς
ἀπὸ
τῶν
χίδρων
σὺν
τῷ
ἐλαίῳ
καὶ
πάντα
τὸν
λίβανον
αὐτῆς
·
κάρπωμά
ἐστιν
κυρίῳ
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.