TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 61
Chapter: 11
Verse: 1
Εἶπεν
δὲ
κύριος
πρὸς
Μωυσῆν
῎Ετι
μίαν
πληγὴν
ἐπάξω
ἐπὶ
Φαραω
καὶ
ἐπ
'
Αἴγυπτον
,
καὶ
μετὰ
ταῦτα
ἐξαποστελεῖ
ὑμᾶς
ἐντεῦϑεν
·
ὅταν
δὲ
ἐξαποστέλλῃ
ὑμᾶς
,
σὺν
παντὶ
ἐκβαλεῖ
ὑμᾶς
ἐκβολῇ
.
Verse: 2
λάλησον
οὖν
κρυϕῇ
εἰς
τὰ
ὦτα
τοῦ
λαοῦ
,
καὶ
αἰτησάτω
ἕκαστος
παρὰ
τοῦ
πλησίον
καὶ
γυνὴ
παρὰ
τῆς
πλησίον
σκεύη
ἀργυρᾶ
καὶ
χρυσᾶ
καὶ
ἱματισμόν
.
Verse: 3
κύριος
δὲ
ἔδωκεν
τὴν
χάριν
τῷ
λαῷ
αὐτοῦ
ἐναντίον
τῶν
Αἰγυπτίων
,
καὶ
ἔχρησαν
αὐτοῖς
·
καὶ
ὁ
ἄνϑρωπος
Μωυσῆς
μέγας
ἐγενήϑη
σϕόδρα
ἐναντίον
τῶν
Αἰγυπτίων
καὶ
ἐναντίον
Φαραω
καὶ
ἐναντίον
πάντων
τῶν
ϑεραπόντων
αὐτοῦ
.
Verse: 4
Καὶ
εἶπεν
Μωυσῆς
Τάδε
λέγει
κύριος
Περὶ
μέσας
νύκτας
ἐγὼ
εἰσπορεύομαι
εἰς
μέσον
Αἰγύπτου
,
Verse: 5
καὶ
τελευτήσει
πᾶν
πρωτότοκον
ἐν
γῇ
Αἰγύπτῳ
ἀπὸ
πρωτοτόκου
Φαραω
,
ὃς
κάϑηται
ἐπὶ
τοῦ
ϑρόνου
,
καὶ
ἕως
πρωτοτόκου
τῆς
ϑεραπαίνης
τῆς
παρὰ
τὸν
μύλον
καὶ
ἕως
πρωτοτόκου
παντὸς
κτήνους
,
Verse: 6
καὶ
ἔσται
κραυγὴ
μεγάλη
κατὰ
πᾶσαν
γῆν
Αἰγύπτου
,
ἥτις
τοιαύτη
οὐ
γέγονεν
καὶ
τοιαύτη
οὐκέτι
προστεϑήσεται
.
Verse: 7
καὶ
ἐν
πᾶσι
τοῖς
υἱοῖς
Ισραηλ
οὐ
γρύξει
κύων
τῇ
γλώσσῃ
αὐτοῦ
ἀπὸ
ἀνϑρώπου
ἕως
κτήνους
,
ὅπως
εἰδῇς
ὅσα
παραδοξάσει
κύριος
ἀνὰ
μέσον
τῶν
Αἰγυπτίων
καὶ
τοῦ
Ισραηλ
.
Verse: 8
καὶ
καταβήσονται
πάντες
οἱ
παῖδές
σου
οὗτοι
πρός
με
καὶ
προκυνήσουσίν
με
λέγοντες
῎Εξελϑε
σὺ
καὶ
πᾶς
ὁ
λαός
σου
,
οὗ
σὺ
ἀϕηγῇ
·
καὶ
μετὰ
ταῦτα
ἐξελεύσομαι
.
ἐξῆλϑεν
δὲ
Μωυσῆς
ἀπὸ
Φαραω
μετὰ
ϑυμοῦ
.
Verse: 9
εἶπεν
δὲ
κύριος
πρὸς
Μωυσῆν
Οὐκ
εἰσακούσεται
ὑμῶν
Φαραω
,
ἵνα
πληϑύνων
πληϑύνω
μου
τὰ
σημεῖα
καὶ
τὰ
τέρατα
ἐν
γῇ
Αἰγύπτῳ
.
Verse: 10
Μωυσῆς
δὲ
καὶ
Ααρων
ἐποίησαν
πάντα
τὰ
σημεῖα
καὶ
τὰ
τέρατα
ταῦτα
ἐν
γῇ
Αἰγύπτῳ
ἐναντίον
Φαραω
·
ἐσκλήρυνεν
δὲ
κύριος
τὴν
καρδίαν
Φαραω
,
καὶ
οὐκ
ἠϑέλησεν
ἐξαποστεῖλαι
τοὺς
υἱοὺς
Ισραηλ
ἐκ
γῆς
Αἰγύπτου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.