TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 54
Previous part

Chapter: 4 
Verse: 1    ἀπεκρίϑη δὲ Μωυσῆς καὶ εἶπεν ᾽Εὰν οὖν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τῆς ϕωνῆς μου, ἐροῦσιν γὰρ ὅτι Οὐκ ὦπταί σοι ϑεός, τί ἐρῶ πρὸς αὐτούς;
Verse: 2    
εἶπεν δὲ αὐτῷ κύριος Τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου; δὲ εἶπεν ῾Ράβδος.
Verse: 3    
καὶ εἶπεν ῾Ρῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄϕις· καὶ ἔϕυγεν Μωυσῆς ἀπ' αὐτοῦ.
Verse: 4    
καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ῎Εκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ·
Verse: 5    
ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι κύριος ϑεὸς τῶν πατέρων αὐτῶν, ϑεὸς Αβρααμ καὶ ϑεὸς Ισαακ καὶ ϑεὸς Ιακωβ.
Verse: 6    
εἶπεν δὲ αὐτῷ κύριος πάλιν Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήϑη χεὶρ αὐτοῦ ὡσεὶ χιών.
Verse: 7    
καὶ εἶπεν Πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ.
Verse: 8    
ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τῆς ϕωνῆς τοῦ σημείου τοῦ πρώτου, πιστεύσουσίν σοι τῆς ϕωνῆς τοῦ σημείου τοῦ ἐσχάτου.
Verse: 9    
καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τῆς ϕωνῆς σου, λήμψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταμοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ, ἐὰν λάβῃς ἀπὸ τοῦ ποταμοῦ, αἷμα ἐπὶ τοῦ ξηροῦ.
Verse: 10    
εἶπεν δὲ Μωυσῆς πρὸς κύριον Δέομαι, κύριε, οὐχ ἱκανός εἰμι πρὸ τῆς ἐχϑὲς οὐδὲ πρὸ τῆς τρίτης ἡμέρας οὐδὲ ἀϕ' οὗ ἤρξω λαλεῖν τῷ ϑεράποντί σου· ἰσχνόϕωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι.
Verse: 11    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Τίς ἔδωκεν στόμα ἀνϑρώπῳ, καὶ τίς ἐποίησεν δύσκωϕον καὶ κωϕόν, βλέποντα καὶ τυϕλόν; οὐκ ἐγὼ ϑεός;
Verse: 12    
καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ συμβιβάσω σε μέλλεις λαλῆσαι.
Verse: 13    
καὶ εἶπεν Μωυσῆς Δέομαι, κύριε, προχείρισαι δυνάμενον ἄλλον, ὃν ἀποστελεῖς.
Verse: 14    
καὶ ϑυμωϑεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν Οὐκ ἰδοὺ Ααρων ἀδελϕός σου Λευίτης; ἐπίσταμαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ.
Verse: 15    
καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτοῦ καὶ συμβιβάσω ὑμᾶς ποιήσετε.
Verse: 16    
καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόμα, σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν ϑεόν.
Verse: 17    
καὶ τὴν ῥάβδον ταύτην τὴν στραϕεῖσαν εἰς ὄϕιν λήμψῃ ἐν τῇ χειρί σου, ἐν ποιήσεις ἐν αὐτῇ τὰ σημεῖα.
Verse: 18    
᾽Επορεύϑη δὲ Μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Ιοϑορ τὸν γαμβρὸν αὐτοῦ καὶ λέγει Πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελϕούς μου τοὺς ἐν Αἰγύπτῳ καὶ ὄψομαι εἰ ἔτι ζῶσιν. καὶ εἶπεν Ιοϑορ Μωυσῇ Βάδιζε ὑγιαίνων.
Verse: 19    
μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν βασιλεὺς Αἰγύπτου. εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἐν Μαδιαμ Βάδιζε ἄπελϑε εἰς Αἴγυπτον· τεϑνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν.
Verse: 20    
ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβεν δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ ϑεοῦ ἐν τῇ χειρὶ αὐτοῦ.
Verse: 21    
εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Πορευομένου σου καὶ ἀποστρέϕοντος εἰς Αἴγυπτον ὅρα πάντα τὰ τέρατα, ἔδωκα ἐν ταῖς χερσίν σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραω· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ μὴ ἐξαποστείλῃ τὸν λαόν.
Verse: 22    
σὺ δὲ ἐρεῖς τῷ Φαραω Τάδε λέγει κύριος Υἱὸς πρωτότοκός μου Ισραηλ·
Verse: 23    
εἶπα δέ σοι ᾽Εξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ· εἰ μὲν οὖν μὴ βούλει ἐξαποστεῖλαι αὐτούς, ὅρα οὖν ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον.
Verse: 24    
᾽Εγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύματι συνήντησεν αὐτῷ ἄγγελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
Verse: 25    
καὶ λαβοῦσα Σεπϕωρα ψῆϕον περιέτεμεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἶπεν ῎Εστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.
Verse: 26    
καὶ ἀπῆλϑεν ἀπ' αὐτοῦ, διότι εἶπεν ῎Εστη τὸ αἷμα τῆς περιτομῆς τοῦ παιδίου μου.
Verse: 27    
Εἶπεν δὲ κύριος πρὸς Ααρων Πορεύϑητι εἰς συνάντησιν Μωυσεῖ εἰς τὴν ἔρημον· καὶ ἐπορεύϑη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ ϑεοῦ, καὶ κατεϕίλησαν ἀλλήλους.
Verse: 28    
καὶ ἀνήγγειλεν Μωυσῆς τῷ Ααρων πάντας τοὺς λόγους κυρίου, οὓς ἀπέστειλεν, καὶ πάντα τὰ σημεῖα, ἐνετείλατο αὐτῷ.
Verse: 29    
ἐπορεύϑη δὲ Μωυσῆς καὶ Ααρων καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ.
Verse: 30    
καὶ ἐλάλησεν Ααρων πάντα τὰ ῥήματα ταῦτα, ἐλάλησεν ϑεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησεν τὰ σημεῖα ἐναντίον τοῦ λαοῦ.
Verse: 31    
καὶ ἐπίστευσεν λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ϑεὸς τοὺς υἱοὺς Ισραηλ, καὶ ὅτι εἶδεν αὐτῶν τὴν ϑλῖψιν· κύψας δὲ λαὸς προσεκύνησεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.