TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 52
Chapter: 2
Verse: 1
῏Ην
δέ
τις
ἐκ
τῆς
ϕυλῆς
Λευι
,
ὃς
ἔλαβεν
τῶν
ϑυγατέρων
Λευι
καὶ
ἔσχεν
αὐτήν
.
Verse: 2
καὶ
ἐν
γαστρὶ
ἔλαβεν
καὶ
ἔτεκεν
ἄρσεν
·
ἰδόντες
δὲ
αὐτὸ
ἀστεῖον
ἐσκέπασαν
αὐτὸ
μῆνας
τρεῖς
.
Verse: 3
ἐπεὶ
δὲ
οὐκ
ἠδύναντο
αὐτὸ
ἔτι
κρύπτειν
,
ἔλαβεν
αὐτῷ
ἡ
μήτηρ
αὐτοῦ
ϑῖβιν
καὶ
κατέχρισεν
αὐτὴν
ἀσϕαλτοπίσσῃ
καὶ
ἐνέβαλεν
τὸ
παιδίον
εἰς
αὐτὴν
καὶ
ἔϑηκεν
αὐτὴν
εἰς
τὸ
ἕλος
παρὰ
τὸν
ποταμόν
.
Verse: 4
καὶ
κατεσκόπευεν
ἡ
ἀδελϕὴ
αὐτοῦ
μακρόϑεν
μαϑεῖν
,
τί
τὸ
ἀποβησόμενον
αὐτῷ
.
Verse: 5
κατέβη
δὲ
ἡ
ϑυγάτηρ
Φαραω
λούσασϑαι
ἐπὶ
τὸν
ποταμόν
,
καὶ
αἱ
ἅβραι
αὐτῆς
παρεπορεύοντο
παρὰ
τὸν
ποταμόν
·
καὶ
ἰδοῦσα
τὴν
ϑῖβιν
ἐν
τῷ
ἕλει
ἀποστείλασα
τὴν
ἅβραν
ἀνείλατο
αὐτήν
.
Verse: 6
ἀνοίξασα
δὲ
ὁρᾷ
παιδίον
κλαῖον
ἐν
τῇ
ϑίβει
,
καὶ
ἐϕείσατο
αὐτοῦ
ἡ
ϑυγάτηρ
Φαραω
καὶ
ἔϕη
᾽Απὸ
τῶν
παιδίων
τῶν
Εβραίων
τοῦτο
.
Verse: 7
καὶ
εἶπεν
ἡ
ἀδελϕὴ
αὐτοῦ
τῇ
ϑυγατρὶ
Φαραω
Θέλεις
καλέσω
σοι
γυναῖκα
τροϕεύουσαν
ἐκ
τῶν
Εβραίων
καὶ
ϑηλάσει
σοι
τὸ
παιδίον
;
Verse: 8
ἡ
δὲ
εἶπεν
αὐτῇ
ἡ
ϑυγάτηρ
Φαραω
Πορεύου
.
ἐλϑοῦσα
δὲ
ἡ
νεᾶνις
ἐκάλεσεν
τὴν
μητέρα
τοῦ
παιδίου
.
Verse: 9
εἶπεν
δὲ
πρὸς
αὐτὴν
ἡ
ϑυγάτηρ
Φαραω
Διατήρησόν
μοι
τὸ
παιδίον
τοῦτο
καὶ
ϑήλασόν
μοι
αὐτό
,
ἐγὼ
δὲ
δώσω
σοι
τὸν
μισϑόν
.
ἔλαβεν
δὲ
ἡ
γυνὴ
τὸ
παιδίον
καὶ
ἐϑήλαζεν
αὐτό
.
Verse: 10
ἁδρυνϑέντος
δὲ
τοῦ
παιδίου
εἰσήγαγεν
αὐτὸ
πρὸς
τὴν
ϑυγατέρα
Φαραω
,
καὶ
ἐγενήϑη
αὐτῇ
εἰς
υἱόν
·
ἐπωνόμασεν
δὲ
τὸ
ὄνομα
αὐτοῦ
Μωυσῆν
λέγουσα
᾽Εκ
τοῦ
ὕδατος
αὐτὸν
ἀνειλόμην
.
Verse: 11
᾽Εγένετο
δὲ
ἐν
ταῖς
ἡμέραις
ταῖς
πολλαῖς
ἐκείναις
μέγας
γενόμενος
Μωυσῆς
ἐξήλϑεν
πρὸς
τοὺς
ἀδελϕοὺς
αὐτοῦ
τοὺς
υἱοὺς
Ισραηλ
.
κατανοήσας
δὲ
τὸν
πόνον
αὐτῶν
ὁρᾷ
ἄνϑρωπον
Αἰγύπτιον
τύπτοντά
τινα
Εβραῖον
τῶν
ἑαυτοῦ
ἀδελϕῶν
τῶν
υἱῶν
Ισραηλ
·
Verse: 12
περιβλεψάμενος
δὲ
ὧδε
καὶ
ὧδε
οὐχ
ὁρᾷ
οὐδένα
καὶ
πατάξας
τὸν
Αἰγύπτιον
ἔκρυψεν
αὐτὸν
ἐν
τῇ
ἄμμῳ
.
Verse: 13
ἐξελϑὼν
δὲ
τῇ
ἡμέρᾳ
τῇ
δευτέρᾳ
ὁρᾷ
δύο
ἄνδρας
Εβραίους
διαπληκτιζομένους
καὶ
λέγει
τῷ
ἀδικοῦντι
Διὰ
τί
σὺ
τύπτεις
τὸν
πλησίον
;
Verse: 14
ὁ
δὲ
εἶπεν
Τίς
σε
κατέστησεν
ἄρχοντα
καὶ
δικαστὴν
ἐϕ
'
ἡμῶν
;
μὴ
ἀνελεῖν
με
σὺ
ϑέλεις
,
ὃν
τρόπον
ἀνεῖλες
ἐχϑὲς
τὸν
Αἰγύπτιον
;
ἐϕοβήϑη
δὲ
Μωυσῆς
καὶ
εἶπεν
Εἰ
οὕτως
ἐμϕανὲς
γέγονεν
τὸ
ῥῆμα
τοῦτο
;
Verse: 15
ἤκουσεν
δὲ
Φαραω
τὸ
ῥῆμα
τοῦτο
καὶ
ἐζήτει
ἀνελεῖν
Μωυσῆν
·
ἀνεχώρησεν
δὲ
Μωυσῆς
ἀπὸ
προσώπου
Φαραω
καὶ
ᾤκησεν
ἐν
γῇ
Μαδιαμ
·
ἐλϑὼν
δὲ
εἰς
γῆν
Μαδιαμ
ἐκάϑισεν
ἐπὶ
τοῦ
ϕρέατος
.
Verse: 16
τῷ
δὲ
ἱερεῖ
Μαδιαμ
ἦσαν
ἑπτὰ
ϑυγατέρες
ποιμαίνουσαι
τὰ
πρόβατα
τοῦ
πατρὸς
αὐτῶν
Ιοϑορ
·
παραγενόμεναι
δὲ
ἤντλουν
,
ἕως
ἔπλησαν
τὰς
δεξαμενὰς
ποτίσαι
τὰ
πρόβατα
τοῦ
πατρὸς
αὐτῶν
Ιοϑορ
.
Verse: 17
παραγενόμενοι
δὲ
οἱ
ποιμένες
ἐξέβαλον
αὐτάς
·
ἀναστὰς
δὲ
Μωυσῆς
ἐρρύσατο
αὐτὰς
καὶ
ἤντλησεν
αὐταῖς
καὶ
ἐπότισεν
τὰ
πρόβατα
αὐτῶν
.
Verse: 18
παρεγένοντο
δὲ
πρὸς
Ραγουηλ
τὸν
πατέρα
αὐτῶν
·
ὁ
δὲ
εἶπεν
αὐταῖς
Τί
ὅτι
ἐταχύνατε
τοῦ
παραγενέσϑαι
σήμερον
;
Verse: 19
αἱ
δὲ
εἶπαν
῎Ανϑρωπος
Αἰγύπτιος
ἐρρύσατο
ἡμᾶς
ἀπὸ
τῶν
ποιμένων
καὶ
ἤντλησεν
ἡμῖν
καὶ
ἐπότισεν
τὰ
πρόβατα
ἡμῶν
.
Verse: 20
ὁ
δὲ
εἶπεν
ταῖς
ϑυγατράσιν
αὐτοῦ
Καὶ
ποῦ
ἐστι
;
καὶ
ἵνα
τί
οὕτως
καταλελοίπατε
τὸν
ἄνϑρωπον
;
καλέσατε
οὖν
αὐτόν
,
ὅπως
ϕάγῃ
ἄρτον
.
Verse: 21
κατῳκίσϑη
δὲ
Μωυσῆς
παρὰ
τῷ
ἀνϑρώπῳ
,
καὶ
ἐξέδοτο
Σεπϕωραν
τὴν
ϑυγατέρα
αὐτοῦ
Μωυσῇ
γυναῖκα
.
Verse: 22
ἐν
γαστρὶ
δὲ
λαβοῦσα
ἡ
γυνὴ
ἔτεκεν
υἱόν
,
καὶ
ἐπωνόμασεν
Μωυσῆς
τὸ
ὄνομα
αὐτοῦ
Γηρσαμ
λέγων
ὅτι
Πάροικός
εἰμι
ἐν
γῇ
ἀλλοτρίᾳ
.
Verse: 23
Μετὰ
δὲ
τὰς
ἡμέρας
τὰς
πολλὰς
ἐκείνας
ἐτελεύτησεν
ὁ
βασιλεὺς
Αἰγύπτου
.
καὶ
κατεστέναξαν
οἱ
υἱοὶ
Ισραηλ
ἀπὸ
τῶν
ἔργων
καὶ
ἀνεβόησαν
,
καὶ
ἀνέβη
ἡ
βοὴ
αὐτῶν
πρὸς
τὸν
ϑεὸν
ἀπὸ
τῶν
ἔργων
.
Verse: 24
καὶ
εἰσήκουσεν
ὁ
ϑεὸς
τὸν
στεναγμὸν
αὐτῶν
,
καὶ
ἐμνήσϑη
ὁ
ϑεὸς
τῆς
διαϑήκης
αὐτοῦ
τῆς
πρὸς
Αβρααμ
καὶ
Ισαακ
καὶ
Ιακωβ
.
Verse: 25
καὶ
ἐπεῖδεν
ὁ
ϑεὸς
τοὺς
υἱοὺς
Ισραηλ
καὶ
ἐγνώσϑη
αὐτοῖς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.