TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 47
Previous part

Chapter: 47 
Verse: 1    ᾽Ελϑὼν δὲ Ιωσηϕ ἀπήγγειλεν τῷ Φαραω λέγων ῾Ο πατήρ μου καὶ οἱ ἀδελϕοί μου καὶ τὰ κτήνη καὶ οἱ βόες αὐτῶν καὶ πάντα τὰ αὐτῶν ἦλϑον ἐκ γῆς Χανααν καὶ ἰδού εἰσιν ἐν γῇ Γεσεμ.
Verse: 2    
ἀπὸ δὲ τῶν ἀδελϕῶν αὐτοῦ παρέλαβεν πέντε ἄνδρας καὶ ἔστησεν αὐτοὺς ἐναντίον Φαραω.
Verse: 3    
καὶ εἶπεν Φαραω τοῖς ἀδελϕοῖς Ιωσηϕ Τί τὸ ἔργον ὑμῶν; οἱ δὲ εἶπαν τῷ Φαραω Ποιμένες προβάτων οἱ παῖδές σου, καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν.
Verse: 4    
εἶπαν δὲ τῷ Φαραω Παροικεῖν ἐν τῇ γῇ ἥκαμεν· οὐ γάρ ἐστιν νομὴ τοῖς κτήνεσιν τῶν παίδων σου, ἐνίσχυσεν γὰρ λιμὸς ἐν γῇ Χανααν· νῦν οὖν κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ Γεσεμ.
Verse: 5    
εἶπεν δὲ Φαραω τῷ Ιωσϕη Κατοικείτωσαν ἐν γῇ Γεσεμ· εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοί, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. ῏Ηλϑον δὲ εἰς Αἴγυπτον πρὸς Ιωσηϕ Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἤκουσεν Φαραω βασιλεὺς Αἰγύπτου. καὶ εἶπεν Φαραω πρὸς Ιωσηϕ λέγων ῾Ο πατήρ σου καὶ οἱ ἀδελϕοί σου ἥκασι πρὸς σέ·
Verse: 6    
ἰδοὺ γῆ Αἰγύπτου ἐναντίον σού ἐστιν· ἐν τῇ βελτίστῃ γῇ κατοίκισον τὸν πατέρα σου καὶ τοὺς ἀδελϕούς σου.
Verse: 7    
εἰσήγαγεν δὲ Ιωσηϕ Ιακωβ τὸν πατέρα αὐτοῦ καὶ ἔστησεν αὐτὸν ἐναντίον Φαραω, καὶ εὐλόγησεν Ιακωβ τὸν Φαραω.
Verse: 8    
εἶπεν δὲ Φαραω τῷ Ιακωβ Πόσα ἔτη ἡμερῶν τῆς ζωῆς σου;
Verse: 9    
καὶ εἶπεν Ιακωβ τῷ Φαραω Αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριάκοντα ἔτη· μικραὶ καὶ πονηραὶ γεγόνασιν αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, οὐκ ἀϕίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου, ἃς ἡμέρας παρῴκησαν.
Verse: 10    
καὶ εὐλογήσας Ιακωβ τὸν Φαραω ἐξῆλϑεν ἀπ' αὐτοῦ.
Verse: 11    
καὶ κατῴκισεν Ιωσηϕ τὸν πατέρα καὶ τοὺς ἀδελϕοὺς αὐτοῦ καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύπτου ἐν τῇ βελτίστῃ γῇ ἐν γῇ Ραμεσση, καϑὰ προσέταξεν Φαραω.
Verse: 12    
καὶ ἐσιτομέτρει Ιωσηϕ τῷ πατρὶ καὶ τοῖς ἀδελϕοῖς αὐτοῦ καὶ παντὶ τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα.
Verse: 13    
Σῖτος δὲ οὐκ ἦν ἐν πάσῃ τῇ γῇ· ἐνίσχυσεν γὰρ λιμὸς σϕόδρα· ἐξέλιπεν δὲ γῆ Αἰγύπτου καὶ γῆ Χανααν ἀπὸ τοῦ λιμοῦ.
Verse: 14    
συνήγαγεν δὲ Ιωσηϕ πᾶν τὸ ἀργύριον τὸ εὑρεϑὲν ἐν γῇ Αἰγύπτου καὶ ἐν γῇ Χανααν τοῦ σίτου, οὗ ἠγόραζον καὶ ἐσιτομέτρει αὐτοῖς, καὶ εἰσήνεγκεν Ιωσηϕ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραω.
Verse: 15    
καὶ ἐξέλιπεν πᾶν τὸ ἀργύριον ἐκ γῆς Αἰγύπτου καὶ ἐκ γῆς Χανααν. ἦλϑον δὲ πάντες οἱ Αἰγύπτιοι πρὸς Ιωσηϕ λέγοντες Δὸς ἡμῖν ἄρτους, καὶ ἵνα τί ἀποϑνῄσκομεν ἐναντίον σου; ἐκλέλοιπεν γὰρ τὸ ἀργύριον ἡμῶν.
Verse: 16    
εἶπεν δὲ αὐτοῖς Ιωσηϕ Φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους ἀντὶ τῶν κτηνῶν ὑμῶν, εἰ ἐκλέλοιπεν τὸ ἀργύριον.
Verse: 17    
ἤγαγον δὲ τὰ κτήνη πρὸς Ιωσηϕ, καὶ ἔδωκεν αὐτοῖς Ιωσηϕ ἄρτους ἀντὶ τῶν ἵππων καὶ ἀντὶ τῶν προβάτων καὶ ἀντὶ τῶν βοῶν καὶ ἀντὶ τῶν ὄνων καὶ ἐξέϑρεψεν αὐτοὺς ἐν ἄρτοις ἀντὶ πάντων τῶν κτηνῶν αὐτῶν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ.
Verse: 18    
ἐξῆλϑεν δὲ τὸ ἔτος ἐκεῖνο, καὶ ἦλϑον πρὸς αὐτὸν ἐν τῷ ἔτει τῷ δευτέρῳ καὶ εἶπαν αὐτῷ Μήποτε ἐκτριβῶμεν ἀπὸ τοῦ κυρίου ἡμῶν· εἰ γὰρ ἐκλέλοιπεν τὸ ἀργύριον καὶ τὰ ὑπάρχοντα καὶ τὰ κτήνη πρὸς σὲ τὸν κύριον, καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ κυρίου ἡμῶν ἀλλ' τὸ ἴδιον σῶμα καὶ γῆ ἡμῶν.
Verse: 19    
ἵνα οὖν μὴ ἀποϑάνωμεν ἐναντίον σου καὶ γῆ ἐρημωϑῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ ἄρτων, καὶ ἐσόμεϑα ἡμεῖς καὶ γῆ ἡμῶν παῖδες Φαραω· δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν καὶ μὴ ἀποϑάνωμεν καὶ γῆ οὐκ ἐρημωϑήσεται.
Verse: 20    
καὶ ἐκτήσατο Ιωσηϕ πᾶσαν τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραω· ἀπέδοντο γὰρ οἱ Αἰγύπτιοι τὴν γῆν αὐτῶν τῷ Φαραω, ἐπεκράτησεν γὰρ αὐτῶν λιμός· καὶ ἐγένετο γῆ Φαραω,
Verse: 21    
καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ' ἄκρων ὁρίων Αἰγύπτου ἕως τῶν ἄκρων,
Verse: 22    
χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἐκτήσατο ταύτην Ιωσηϕ, ἐν δόσει γὰρ ἔδωκεν δόμα τοῖς ἱερεῦσιν Φαραω, καὶ ἤσϑιον τὴν δόσιν, ἣν ἔδωκεν αὐτοῖς Φαραω· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν.
Verse: 23    
εἶπεν δὲ Ιωσηϕ πᾶσι τοῖς Αἰγυπτίοις ᾽Ιδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραω· λάβετε ἑαυτοῖς σπέρμα καὶ σπείρατε τὴν γῆν,
Verse: 24    
καὶ ἔσται τὰ γενήματα αὐτῆς δώσετε τὸ πέμπτον μέρος τῷ Φαραω, τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσιν τοῖς ἐν τοῖς οἴκοις ὑμῶν.
Verse: 25    
καὶ εἶπαν Σέσωκας ἡμᾶς, εὕρομεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν καὶ ἐσόμεϑα παῖδες Φαραω.
Verse: 26    
καὶ ἔϑετο αὐτοῖς Ιωσηϕ εἰς πρόσταγμα ἕως τῆς ἡμέρας ταύτης ἐπὶ γῆν Αἰγύπτου τῷ Φαραω ἀποπεμπτοῦν, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνον· οὐκ ἦν τῷ Φαραω.
Verse: 27    
Κατῴκησεν δὲ Ισραηλ ἐν γῇ Αἰγύπτῳ ἐπὶ τῆς γῆς Γεσεμ καὶ ἐκληρονόμησαν ἐπ' αὐτῆς καὶ ηὐξήϑησαν καὶ ἐπληϑύνϑησαν σϕόδρα.
Verse: 28    
ἐπέζησεν δὲ Ιακωβ ἐν γῇ Αἰγύπτῳ δέκα ἑπτὰ ἔτη· ἐγένοντο δὲ αἱ ἡμέραι Ιακωβ ἐνιαυτῶν τῆς ζωῆς αὐτοῦ ἑκατὸν τεσσαράκοντα ἑπτὰ ἔτη.
Verse: 29    
ἤγγισαν δὲ αἱ ἡμέραι Ισραηλ τοῦ ἀποϑανεῖν, καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ Ιωσηϕ καὶ εἶπεν αὐτῷ Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόϑες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου καὶ ποιήσεις ἐπ' ἐμὲ ἐλεημοσύνην καὶ ἀλήϑειαν τοῦ μή με ϑάψαι ἐν Αἰγύπτῳ,
Verse: 30    
ἀλλὰ κοιμηϑήσομαι μετὰ τῶν πατέρων μου, καὶ ἀρεῖς με ἐξ Αἰγύπτου καὶ ϑάψεις με ἐν τῷ τάϕῳ αὐτῶν. δὲ εἶπεν ᾽Εγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου.
Verse: 31    
εἶπεν δέ ῎Ομοσόν μοι. καὶ ὤμοσεν αὐτῷ. καὶ προσεκύνησεν Ισραηλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.