TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 39
Previous part

Chapter: 39 
Verse: 1    Ιωσηϕ δὲ κατήχϑη εἰς Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν Πετεϕρης εὐνοῦχος Φαραω, ἀρχιμάγειρος, ἀνὴρ Αἰγύπτιος, ἐκ χειρὸς Ισμαηλιτῶν, οἳ κατήγαγον αὐτὸν ἐκεῖ.
Verse: 2    
καὶ ἦν κύριος μετὰ Ιωσηϕ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων καὶ ἐγένετο ἐν τῷ οἴκῳ παρὰ τῷ κυρίῳ τῷ Αἰγυπτίῳ.
Verse: 3    
ᾔδει δὲ κύριος αὐτοῦ ὅτι κύριος μετ' αὐτοῦ καὶ ὅσα ἂν ποιῇ, κύριος εὐοδοῖ ἐν ταῖς χερσὶν αὐτοῦ.
Verse: 4    
καὶ εὗρεν Ιωσηϕ χάριν ἐναντίον τοῦ κυρίου αὐτοῦ, εὐηρέστει δὲ αὐτῷ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ πάντα, ὅσα ἦν αὐτῷ, ἔδωκεν διὰ χειρὸς Ιωσηϕ.
Verse: 5    
ἐγένετο δὲ μετὰ τὸ κατασταϑῆναι αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ καὶ ἐπὶ πάντα, ὅσα ἦν αὐτῷ, καὶ ηὐλόγησεν κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ιωσηϕ, καὶ ἐγενήϑη εὐλογία κυρίου ἐν πᾶσιν τοῖς ὑπάρχουσιν αὐτῷ ἐν τῷ οἴκῳ καὶ ἐν τῷ ἀγρῷ.
Verse: 6    
καὶ ἐπέτρεψεν πάντα, ὅσα ἦν αὐτῷ, εἰς χεῖρας Ιωσηϕ καὶ οὐκ ᾔδει τῶν καϑ' ἑαυτὸν οὐδὲν πλὴν τοῦ ἄρτου, οὗ ἤσϑιεν αὐτός. Καὶ ἦν Ιωσηϕ καλὸς τῷ εἴδει καὶ ὡραῖος τῇ ὄψει σϕόδρα.
Verse: 7    
καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα καὶ ἐπέβαλεν γυνὴ τοῦ κυρίου αὐτοῦ τοὺς ὀϕϑαλμοὺς αὐτῆς ἐπὶ Ιωσηϕ καὶ εἶπεν Κοιμήϑητι μετ' ἐμοῦ.
Verse: 8    
δὲ οὐκ ἤϑελεν, εἶπεν δὲ τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ Εἰ κύριός μου οὐ γινώσκει δι' ἐμὲ οὐδὲν ἐν τῷ οἴκῳ αὐτοῦ καὶ πάντα, ὅσα ἐστὶν αὐτῷ, ἔδωκεν εἰς τὰς χεῖράς μου
Verse: 9    
καὶ οὐχ ὑπερέχει ἐν τῇ οἰκίᾳ ταύτῃ οὐϑὲν ἐμοῦ οὐδὲ ὑπεξῄρηται ἀπ' ἐμοῦ οὐδὲν πλὴν σοῦ διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι, καὶ πῶς ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ ϑεοῦ;
Verse: 10    
ἡνίκα δὲ ἐλάλει τῷ Ιωσηϕ ἡμέραν ἐξ ἡμέρας, καὶ οὐχ ὑπήκουσεν αὐτῇ καϑεύδειν μετ' αὐτῆς τοῦ συγγενέσϑαι αὐτῇ.
Verse: 11    
ἐγένετο δὲ τοιαύτη τις ἡμέρα, εἰσῆλϑεν Ιωσηϕ εἰς τὴν οἰκίαν ποιεῖν τὰ ἔργα αὐτοῦ, καὶ οὐϑεὶς ἦν τῶν ἐν τῇ οἰκίᾳ ἔσω,
Verse: 12    
καὶ ἐπεσπάσατο αὐτὸν τῶν ἱματίων λέγουσα Κοιμήϑητι μετ' ἐμοῦ. καὶ καταλιπὼν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς ἔϕυγεν καὶ ἐξῆλϑεν ἔξω.
Verse: 13    
καὶ ἐγένετο ὡς εἶδεν ὅτι κατέλιπεν τὰ ἱμάτια αὐτοῦ ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔϕυγεν καὶ ἐξῆλϑεν ἔξω,
Verse: 14    
καὶ ἐκάλεσεν τοὺς ὄντας ἐν τῇ οἰκίᾳ καὶ εἶπεν αὐτοῖς λέγουσα ῎Ιδετε, εἰσήγαγεν ἡμῖν παῖδα Εβραῖον ἐμπαίζειν ἡμῖν· εἰσῆλϑεν πρός με λέγων Κοιμήϑητι μετ' ἐμοῦ, καὶ ἐβόησα ϕωνῇ μεγάλῃ·
Verse: 15    
ἐν δὲ τῷ ἀκοῦσαι αὐτὸν ὅτι ὕψωσα τὴν ϕωνήν μου καὶ ἐβόησα, καταλιπὼν τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ ἔϕυγεν καὶ ἐξῆλϑεν ἔξω.
Verse: 16    
καὶ καταλιμπάνει τὰ ἱμάτια παρ' ἑαυτῇ, ἕως ἦλϑεν κύριος εἰς τὸν οἶκον αὐτοῦ.
Verse: 17    
καὶ ἐλάλησεν αὐτῷ κατὰ τὰ ῥήματα ταῦτα λέγουσα Εἰσῆλϑεν πρός με παῖς Εβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι καὶ εἶπέν μοι Κοιμηϑήσομαι μετὰ σοῦ·
Verse: 18    
ὡς δὲ ἤκουσεν ὅτι ὕψωσα τὴν ϕωνήν μου καὶ ἐβόησα, κατέλιπεν τὰ ἱμάτια αὐτοῦ παρ' ἐμοὶ καὶ ἔϕυγεν καὶ ἐξῆλϑεν ἔξω.
Verse: 19    
ἐγένετο δὲ ὡς ἤκουσεν κύριος αὐτοῦ τὰ ῥήματα τῆς γυναικὸς αὐτοῦ, ὅσα ἐλάλησεν πρὸς αὐτὸν λέγουσα Οὕτως ἐποίησέν μοι παῖς σου, καὶ ἐϑυμώϑη ὀργῇ.
Verse: 20    
καὶ λαβὼν κύριος Ιωσηϕ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, εἰς τὸν τόπον, ἐν οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται ἐκεῖ ἐν τῷ ὀχυρώματι.
Verse: 21    
Καὶ ἦν κύριος μετὰ Ιωσηϕ καὶ κατέχεεν αὐτοῦ ἔλεος καὶ ἔδωκεν αὐτῷ χάριν ἐναντίον τοῦ ἀρχιδεσμοϕύλακος,
Verse: 22    
καὶ ἔδωκεν ἀρχιδεσμοϕύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς Ιωσηϕ καὶ πάντας τοὺς ἀπηγμένους, ὅσοι ἐν τῷ δεσμωτηρίῳ, καὶ πάντα, ὅσα ποιοῦσιν ἐκεῖ.
Verse: 23    
οὐκ ἦν ἀρχιδεσμοϕύλαξ τοῦ δεσμωτηρίου γινώσκων δι' αὐτὸν οὐϑέν· πάντα γὰρ ἦν διὰ χειρὸς Ιωσηϕ διὰ τὸ τὸν κύριον μετ' αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.