TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 32
Previous part

Chapter: 32 
Verse: 1    ἀναστὰς δὲ Λαβαν τὸ πρωὶ κατεϕίλησεν τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ εὐλόγησεν αὐτούς, καὶ ἀποστραϕεὶς Λαβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
Verse: 2    
Καὶ Ιακωβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδόν. καὶ ἀναβλέψας εἶδεν παρεμβολὴν θεοῦ παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ θεοῦ.
Verse: 3    
εἶπεν δὲ Ιακωβ, ἡνίκα εἶδεν αὐτούς Παρεμβολὴ θεοῦ αὕτη· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παρεμβολαί.
Verse: 4    
᾽Απέστειλεν δὲ Ιακωβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ησαυ τὸν ἀδελϕὸν αὐτοῦ εἰς γῆν Σηιρ εἰς χώραν Εδωμ
Verse: 5    
καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ησαυ Οὕτως λέγει παῖς σου Ιακωβ Μετὰ Λαβαν παρῴκησα καὶ ἐχρόνισα ἕως τοῦ νῦν,
Verse: 6    
καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ησαυ, ἵνα εὕρῃ παῖς σου χάριν ἐναντίον σου.
Verse: 7    
καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ιακωβ λέγοντες ῎Ηλθομεν πρὸς τὸν ἀδελϕόν σου Ησαυ, καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σοι καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ.
Verse: 8    
ἐϕοβήθη δὲ Ιακωβ σϕόδρα καὶ ἠπορεῖτο. καὶ διεῖλεν τὸν λαὸν τὸν μετ' αὐτοῦ καὶ τοὺς βόας καὶ τὰ πρόβατα εἰς δύο παρεμβολάς,
Verse: 9    
καὶ εἶπεν Ιακωβ ᾽Εὰν ἔλθῃ Ησαυ εἰς παρεμβολὴν μίαν καὶ ἐκκόψῃ αὐτήν, ἔσται παρεμβολὴ δευτέρα εἰς τὸ σῴζεσθαι.
Verse: 10    
εἶπεν δὲ Ιακωβ ῾Ο θεὸς τοῦ πατρός μου Αβρααμ καὶ θεὸς τοῦ πατρός μου Ισαακ, κύριε εἴπας μοι ᾽Απότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου καὶ εὖ σε ποιήσω,
Verse: 11    
ἱκανοῦταί μοι ἀπὸ πάσης δικαιοσύνης καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου διέβην τὸν Ιορδάνην τοῦτον, νῦν δὲ γέγονα εἰς δύο παρεμβολάς.
Verse: 12    
ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελϕοῦ μου Ησαυ, ὅτι ϕοβοῦμαι ἐγὼ αὐτόν, μήποτε ἐλθὼν πατάξῃ με καὶ μητέρα ἐπὶ τέκνοις.
Verse: 13    
σὺ δὲ εἶπας Καλῶς εὖ σε ποιήσω καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους.
Verse: 14    
καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην. καὶ ἔλαβεν ὧν ἔϕερεν δῶρα καὶ ἐξαπέστειλεν Ησαυ τῷ ἀδελϕῷ αὐτοῦ,
Verse: 15    
αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι,
Verse: 16    
καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι καὶ πώλους δέκα.
Verse: 17    
καὶ ἔδωκεν διὰ χειρὸς τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας. εἶπεν δὲ τοῖς παισὶν αὐτοῦ Προπορεύεσθε ἔμπροσθέν μου καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης.
Verse: 18    
καὶ ἐνετείλατο τῷ πρώτῳ λέγων ᾽Εάν σοι συναντήσῃ Ησαυ ἀδελϕός μου καὶ ἐρωτᾷ σε λέγων Τίνος εἶ καὶ ποῦ πορεύῃ, καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου;
Verse: 19    
ἐρεῖς Τοῦ παιδός σου Ιακωβ· δῶρα ἀπέσταλκεν τῷ κυρίῳ μου Ησαυ, καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν.
Verse: 20    
καὶ ἐνετείλατο τῷ πρώτῳ καὶ τῷ δευτέρῳ καὶ τῷ τρίτῳ καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων λέγων Κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ησαυ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτὸν
Verse: 21    
καὶ ἐρεῖτε ᾽Ιδοὺ παῖς σου Ιακωβ παραγίνεται ὀπίσω ἡμῶν. εἶπεν γάρ ᾽Εξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου.
Verse: 22    
καὶ παρεπορεύοντο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ, αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ.
Verse: 23    
᾽Αναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ιαβοκ·
Verse: 24    
καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασεν πάντα τὰ αὐτοῦ.
Verse: 25    
ὑπελείϕθη δὲ Ιακωβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωί.
Verse: 26    
εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ιακωβ ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ.
Verse: 27    
καὶ εἶπεν αὐτῷ ᾽Απόστειλόν με· ἀνέβη γὰρ ὄρθρος. δὲ εἶπεν Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς.
Verse: 28    
εἶπεν δὲ αὐτῷ Τί τὸ ὄνομά σού ἐστιν; δὲ εἶπεν Ιακωβ.
Verse: 29    
εἶπεν δὲ αὐτῷ Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ιακωβ, ἀλλὰ Ισραηλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός.
Verse: 30    
ἠρώτησεν δὲ Ιακωβ καὶ εἶπεν ᾽Ανάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν ῞Ινα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ ηὐλόγησεν αὐτὸν ἐκεῖ.
Verse: 31    
καὶ ἐκάλεσεν Ιακωβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ψυχή.
Verse: 32    
ἀνέτειλεν δὲ αὐτῷ ἥλιος, ἡνίκα παρῆλθεν τὸ Εἶδος τοῦ θεοῦ· αὐτὸς δὲ ἐπέσκαζεν τῷ μηρῷ αὐτοῦ.
Verse: 33    
ἕνεκεν τούτου οὐ μὴ ϕάγωσιν οἱ υἱοὶ Ισραηλ τὸ νεῦρον, ἐνάρκησεν, ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ιακωβ τοῦ νεύρου καὶ ἐνάρκησεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.