TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 14
Chapter: 14
Verse: 1
᾽Εγένετο
δὲ
ἐν
τῇ
βασιλείᾳ
τῇ
Αμαρϕαλ
βασιλέως
Σεννααρ
,
Αριωχ
βασιλεὺς
Ελλασαρ
καὶ
Χοδολλογομορ
βασιλεὺς
Αιλαμ
καὶ
Θαργαλ
βασιλεὺς
ἐϑνῶν
Verse: 2
ἐποίησαν
πόλεμον
μετὰ
Βαλλα
βασιλέως
Σοδομων
καὶ
μετὰ
Βαρσα
βασιλέως
Γομορρας
καὶ
Σεννααρ
βασιλέως
Αδαμα
καὶ
Συμοβορ
βασιλέως
Σεβωιμ
καὶ
βασιλέως
Βαλακ
[αὕτη
ἐστὶν
Σηγωρ]
.
Verse: 3
πάντες
οὗτοι
συνεϕώνησαν
ἐπὶ
τὴν
ϕάραγγα
τὴν
ἁλυκήν
[αὕτη
ἡ
ϑάλασσα
τῶν
ἁλῶν]
.
Verse: 4
δώδεκα
ἔτη
ἐδούλευον
τῷ
Χοδολλογομορ
,
τῷ
δὲ
τρισκαιδεκάτῳ
ἔτει
ἀπέστησαν
.
Verse: 5
ἐν
δὲ
τῷ
τεσσαρεσκαιδεκάτῳ
ἔτει
ἦλϑεν
Χοδολλογομορ
καὶ
οἱ
βασιλεῖς
οἱ
μετ
'
αὐτοῦ
καὶ
κατέκοψαν
τοὺς
γίγαντας
τοὺς
ἐν
Ασταρωϑ
Καρναιν
καὶ
ἔϑνη
ἰσχυρὰ
ἅμα
αὐτοῖς
καὶ
τοὺς
Ομμαίους
τοὺς
ἐν
Σαυη
τῇ
πόλει
Verse: 6
καὶ
τοὺς
Χορραίους
τοὺς
ἐν
τοῖς
ὄρεσιν
Σηιρ
ἕως
τῆς
τερεμίνϑου
τῆς
Φαραν
,
ἥ
ἐστιν
ἐν
τῇ
ἐρήμῳ
.
Verse: 7
καὶ
ἀναστρέψαντες
ἤλϑοσαν
ἐπὶ
τὴν
πηγὴν
τῆς
κρίσεως
[αὕτη
ἐστὶν
Καδης]
καὶ
κατέκοψαν
πάντας
τοὺς
ἄρχοντας
Αμαληκ
καὶ
τοὺς
Αμορραίους
τοὺς
κατοικοῦντας
ἐν
Ασασανϑαμαρ
.
Verse: 8
ἐξῆλϑεν
δὲ
βασιλεὺς
Σοδομων
καὶ
βασιλεὺς
Γομορρας
καὶ
βασιλεὺς
Αδαμα
καὶ
βασιλεὺς
Σεβωιμ
καὶ
βασιλεὺς
Βαλακ
[αὕτη
ἐστὶν
Σηγωρ]
καὶ
παρετάξαντο
αὐτοῖς
εἰς
πόλεμον
ἐν
τῇ
κοιλάδι
τῇ
ἁλυκῇ
,
Verse: 9
πρὸς
Χοδολλογομορ
βασιλέα
Αιλαμ
καὶ
Θαργαλ
βασιλέα
ἐϑνῶν
καὶ
Αμαρϕαλ
βασιλέα
Σεννααρ
καὶ
Αριωχ
βασιλέα
Ελλασαρ
,
οἱ
τέσσαρες
βασιλεῖς
πρὸς
τοὺς
πέντε
.
Verse: 10
ἡ
δὲ
κοιλὰς
ἡ
ἁλυκὴ
ϕρέατα
ϕρέατα
ἀσϕάλτου
·
ἔϕυγεν
δὲ
βασιλεὺς
Σοδομων
καὶ
βασιλεὺς
Γομορρας
καὶ
ἐνέπεσαν
ἐκεῖ
,
οἱ
δὲ
καταλειϕϑέντες
εἰς
τὴν
ὀρεινὴν
ἔϕυγον
.
Verse: 11
ἔλαβον
δὲ
τὴν
ἵππον
πᾶσαν
τὴν
Σοδομων
καὶ
Γομορρας
καὶ
πάντα
τὰ
βρώματα
αὐτῶν
καὶ
ἀπῆλϑον
.
Verse: 12
ἔλαβον
δὲ
καὶ
τὸν
Λωτ
υἱὸν
τοῦ
ἀδελϕοῦ
Αβραμ
καὶ
τὴν
ἀποσκευὴν
αὐτοῦ
καὶ
ἀπῴχοντο
·
ἦν
γὰρ
κατοικῶν
ἐν
Σοδομοις
.
Verse: 13
Παραγενόμενος
δὲ
τῶν
ἀνασωϑέντων
τις
ἀπήγγειλεν
Αβραμ
τῷ
περάτῃ
·
αὐτὸς
δὲ
κατῴκει
πρὸς
τῇ
δρυὶ
τῇ
Μαμβρη
ὁ
Αμορις
τοῦ
ἀδελϕοῦ
Εσχωλ
καὶ
ἀδελϕοῦ
Αυναν
,
οἳ
ἦσαν
συνωμόται
τοῦ
Αβραμ
.
Verse: 14
ἀκούσας
δὲ
Αβραμ
ὅτι
ᾐχμαλώτευται
Λωτ
ὁ
ἀδελϕὸς
αὐτοῦ
,
ἠρίϑμησεν
τοὺς
ἰδίους
οἰκογενεῖς
αὐτοῦ
,
τριακοσίους
δέκα
καὶ
ὀκτώ
,
καὶ
κατεδίωξεν
ὀπίσω
αὐτῶν
ἕως
Δαν
.
Verse: 15
καὶ
ἐπέπεσεν
ἐπ
'
αὐτοὺς
τὴν
νύκτα
,
αὐτὸς
καὶ
οἱ
παῖδες
αὐτοῦ
,
καὶ
ἐπάταξεν
αὐτοὺς
καὶ
ἐδίωξεν
αὐτοὺς
ἕως
Χωβα
,
ἥ
ἐστιν
ἐν
ἀριστερᾷ
Δαμασκοῦ
.
Verse: 16
καὶ
ἀπέστρεψεν
πᾶσαν
τὴν
ἵππον
Σοδομων
,
καὶ
Λωτ
τὸν
ἀδελϕὸν
αὐτοῦ
ἀπέστρεψεν
καὶ
τὰ
ὑπάρχοντα
αὐτοῦ
καὶ
τὰς
γυναῖκας
καὶ
τὸν
λαόν
.
Verse: 17
᾽Εξῆλϑεν
δὲ
βασιλεὺς
Σοδομων
εἰς
συνάντησιν
αὐτῷ
μετὰ
τὸ
ἀναστρέψαι
αὐτὸν
ἀπὸ
τῆς
κοπῆς
τοῦ
Χοδολλογομορ
καὶ
τῶν
βασιλέων
τῶν
μετ
'
αὐτοῦ
εἰς
τὴν
κοιλάδα
τὴν
Σαυη
[τοῦτο
ἦν
τὸ
πεδίον
βασιλέως]
.
Verse: 18
καὶ
Μελχισεδεκ
βασιλεὺς
Σαλημ
ἐξήνεγκεν
ἄρτους
καὶ
οἶνον
·
ἦν
δὲ
ἱερεὺς
τοῦ
ϑεοῦ
τοῦ
ὑψίστου
.
Verse: 19
καὶ
ηὐλόγησεν
τὸν
Αβραμ
καὶ
εἶπεν
Εὐλογημένος
Αβραμ
τῷ
ϑεῷ
τῷ
ὑψίστῳ
,
ὃς
ἔκτισεν
τὸν
οὐρανὸν
καὶ
τὴν
γῆν
,
Verse: 20
καὶ
εὐλογητὸς
ὁ
ϑεὸς
ὁ
ὕψιστος
,
ὃς
παρέδωκεν
τοὺς
ἐχϑρούς
σου
ὑποχειρίους
σοι
.
καὶ
ἔδωκεν
αὐτῷ
δεκάτην
ἀπὸ
πάντων
.
Verse: 21
εἶπεν
δὲ
βασιλεὺς
Σοδομων
πρὸς
Αβραμ
Δός
μοι
τοὺς
ἄνδρας
,
τὴν
δὲ
ἵππον
λαβὲ
σεαυτῷ
Verse: 22
εἶπεν
δὲ
Αβραμ
πρὸς
βασιλέα
Σοδομων
᾽Εκτενῶ
τὴν
χεῖρά
μου
πρὸς
τὸν
ϑεὸν
τὸν
ὕψιστον
,
ὃς
ἔκτισεν
τὸν
οὐρανὸν
καὶ
τὴν
γῆν
,
Verse: 23
εἰ
ἀπὸ
σπαρτίου
ἕως
σϕαιρωτῆρος
ὑποδήματος
λήμψομαι
ἀπὸ
πάντων
τῶν
σῶν
,
ἵνα
μὴ
εἴπῃς
ὅτι
᾽Εγὼ
ἐπλούτισα
τὸν
Αβραμ
·
Verse: 24
πλὴν
ὧν
ἔϕαγον
οἱ
νεανίσκοι
καὶ
τῆς
μερίδος
τῶν
ἀνδρῶν
τῶν
συμπορευϑέντων
μετ
'
ἐμοῦ
,
Εσχωλ
,
Αυναν
,
Μαμβρη
,
οὗτοι
λήμψονται
μερίδα
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.