TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 11
Previous part

Chapter: 11 
Verse: 1    Καὶ ἦν πᾶσα γῆ χεῖλος ἕν, καὶ ϕωνὴ μία πᾶσιν.
Verse: 2    
καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σεννααρ καὶ κατῴκησαν ἐκεῖ.
Verse: 3    
καὶ εἶπεν ἄνϑρωπος τῷ πλησίον Δεῦτε πλινϑεύσωμεν πλίνϑους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς πλίνϑος εἰς λίϑον, καὶ ἄσϕαλτος ἦν αὐτοῖς πηλός.
Verse: 4    
καὶ εἶπαν Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ κεϕαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς.
Verse: 5    
καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνϑρώπων.
Verse: 6    
καὶ εἶπεν κύριος ᾽Ιδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπιϑῶνται ποιεῖν.
Verse: 7    
δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν ϕωνὴν τοῦ πλησίον.
Verse: 8    
καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖϑεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον.
Verse: 9    
διὰ τοῦτο ἐκλήϑη τὸ ὄνομα αὐτῆς Σύγχυσις, ὅτι ἐκεῖ συνέχεεν κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖϑεν διέσπειρεν αὐτοὺς κύριος ϑεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς.
Verse: 10    
Καὶ αὗται αἱ γενέσεις Σημ· Σημ υἱὸς ἑκατὸν ἐτῶν, ὅτε ἐγέννησεν τὸν Αρϕαξαδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν.
Verse: 11    
καὶ ἔζησεν Σημ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Αρϕαξαδ πεντακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας καὶ ἀπέϑανεν.
Verse: 12    
Καὶ ἔζησεν Αρϕαξαδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν Καιναν.
Verse: 13    
καὶ ἔζησεν Αρϕαξαδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καιναν ἔτη τετρακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας καὶ ἀπέϑανεν. Καὶ ἔζησεν Καιναν ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Σαλα. καὶ ἔζησεν Καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σαλα ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας καὶ ἀπέϑανεν.
Verse: 14    
Καὶ ἔζησεν Σαλα ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Εβερ.
Verse: 15    
καὶ ἔζησεν Σαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας καὶ ἀπέϑανεν.
Verse: 16    
Καὶ ἔζησεν Εβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησεν τὸν Φαλεκ.
Verse: 17    
καὶ ἔζησεν Εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φαλεκ ἔτη τριακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας καὶ ἀπέϑανεν.
Verse: 18    
Καὶ ἔζησεν Φαλεκ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ραγαυ.
Verse: 19    
καὶ ἔζησεν Φαλεκ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ραγαυ διακόσια ἐννέα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας καὶ ἀπέϑανεν.
Verse: 20    
Καὶ ἔζησεν Ραγαυ ἑκατὸν τριάκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν Σερουχ.
Verse: 21    
καὶ ἔζησεν Ραγαυ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σερουχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας καὶ ἀπέϑανεν.
Verse: 22    
Καὶ ἔζησεν Σερουχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν Ναχωρ.
Verse: 23    
καὶ ἔζησεν Σερουχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχωρ ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας καὶ ἀπέϑανεν.
Verse: 24    
Καὶ ἔζησεν Ναχωρ ἔτη ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησεν τὸν Θαρα.
Verse: 25    
καὶ ἔζησεν Ναχωρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θαρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα καὶ ἐγέννησεν υἱοὺς καὶ ϑυγατέρας καὶ ἀπέϑανεν.
Verse: 26    
Καὶ ἔζησεν Θαρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν.
Verse: 27    
Αὗται δὲ αἱ γενέσεις Θαρα· Θαρα ἐγέννησεν τὸν Αβραμ καὶ τὸν Ναχωρ καὶ τὸν Αρραν, καὶ Αρραν ἐγέννησεν τὸν Λωτ.
Verse: 28    
καὶ ἀπέϑανεν Αρραν ἐνώπιον Θαρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ, ἐγενήϑη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων.
Verse: 29    
καὶ ἔλαβον Αβραμ καὶ Ναχωρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Αβραμ Σαρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχωρ Μελχα ϑυγάτηρ Αρραν, πατὴρ Μελχα καὶ πατὴρ Ιεσχα.
Verse: 30    
καὶ ἦν Σαρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει.
Verse: 31    
καὶ ἔλαβεν Θαρα τὸν Αβραμ υἱὸν αὐτοῦ καὶ τὸν Λωτ υἱὸν Αρραν υἱὸν τοῦ υἱοῦ αὐτοῦ καὶ τὴν Σαραν τὴν νύμϕην αὐτοῦ γυναῖκα Αβραμ τοῦ υἱοῦ αὐτοῦ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευϑῆναι εἰς τὴν γῆν Χανααν καὶ ἦλϑεν ἕως Χαρραν καὶ κατῴκησεν ἐκεῖ.
Verse: 32    
καὶ ἐγένοντο αἱ ἡμέραι Θαρα ἐν Χαρραν διακόσια πέντε ἔτη, καὶ ἀπέϑανεν Θαρα ἐν Χαρραν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.