TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 9
Previous part

Chapter: 9 
Verse: 1    Καὶ ηὐλόγησεν θεὸς τὸν Νωε καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτοῖς Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς.
Verse: 2    
καὶ τρόμος ὑμῶν καὶ ϕόβος ἔσται ἐπὶ πᾶσιν τοῖς θηρίοις τῆς γῆς καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ καὶ ἐπὶ πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν δέδωκα.
Verse: 3    
καὶ πᾶν ἑρπετόν, ἐστιν ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν· ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα.
Verse: 4    
πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ ϕάγεσθε·
Verse: 5    
καὶ γὰρ τὸ ὑμέτερον αἷμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω, ἐκ χειρὸς πάντων τῶν θηρίων ἐκζητήσω αὐτὸ καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελϕοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου.
Verse: 6    
ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον.
Verse: 7    
ὑμεῖς δὲ αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ πληθύνεσθε ἐπ' αὐτῆς.
Verse: 8    
Καὶ εἶπεν θεὸς τῷ Νωε καὶ τοῖς υἱοῖς αὐτοῦ μετ' αὐτοῦ λέγων
Verse: 9    
᾽Εγὼ ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρματι ὑμῶν μεθ' ὑμᾶς
Verse: 10    
καὶ πάσῃ ψυχῇ τῇ ζώσῃ μεθ' ὑμῶν ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ' ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ.
Verse: 11    
καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκ ἔσται ἔτι κατακλυσμὸς ὕδατος τοῦ καταϕθεῖραι πᾶσαν τὴν γῆν.
Verse: 12    
καὶ εἶπεν κύριος θεὸς πρὸς Νωε Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης, ἐστιν μεθ' ὑμῶν, εἰς γενεὰς αἰωνίους·
Verse: 13    
τὸ τόξον μου τίθημι ἐν τῇ νεϕέλῃ, καὶ ἔσται εἰς σημεῖον διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς.
Verse: 14    
καὶ ἔσται ἐν τῷ συννεϕεῖν με νεϕέλας ἐπὶ τὴν γῆν ὀϕθήσεται τὸ τόξον μου ἐν τῇ νεϕέλῃ,
Verse: 15    
καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, καὶ οὐκ ἔσται ἔτι τὸ ὕδωρ εἰς κατακλυσμὸν ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα.
Verse: 16    
καὶ ἔσται τὸ τόξον μου ἐν τῇ νεϕέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώνιον ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί, ἐστιν ἐπὶ τῆς γῆς.
Verse: 17    
καὶ εἶπεν θεὸς τῷ Νωε Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον πάσης σαρκός, ἐστιν ἐπὶ τῆς γῆς.
Verse: 18    
῏Ησαν δὲ οἱ υἱοὶ Νωε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ Σημ, Χαμ, Ιαϕεθ· Χαμ ἦν πατὴρ Χανααν.
Verse: 19    
τρεῖς οὗτοί εἰσιν οἱ υἱοὶ Νωε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν.
Verse: 20    
Καὶ ἤρξατο Νωε ἄνθρωπος γεωργὸς γῆς καὶ ἐϕύτευσεν ἀμπελῶνα.
Verse: 21    
καὶ ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ.
Verse: 22    
καὶ εἶδεν Χαμ πατὴρ Χανααν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ καὶ ἐξελθὼν ἀνήγγειλεν τοῖς δυσὶν ἀδελϕοῖς αὐτοῦ ἔξω.
Verse: 23    
καὶ λαβόντες Σημ καὶ Ιαϕεθ τὸ ἱμάτιον ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν καὶ ἐπορεύθησαν ὀπισθοϕανῶς καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοϕανές, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον.
Verse: 24    
ἐξένηψεν δὲ Νωε ἀπὸ τοῦ οἴνου καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ υἱὸς αὐτοῦ νεώτερος,
Verse: 25    
καὶ εἶπεν ᾽Επικατάρατος Χανααν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελϕοῖς αὐτοῦ.
Verse: 26    
καὶ εἶπεν Εὐλογητὸς κύριος θεὸς τοῦ Σημ, καὶ ἔσται Χανααν παῖς αὐτοῦ.
Verse: 27    
πλατύναι θεὸς τῷ Ιαϕεθ καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σημ, καὶ γενηθήτω Χανααν παῖς αὐτῶν.
Verse: 28    
῎Εζησεν δὲ Νωε μετὰ τὸν κατακλυσμὸν τριακόσια πεντήκοντα ἔτη.
Verse: 29    
καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νωε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανεν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.